[ ] Tenos — 166-146 BC
1 ἔδοξεν τε[ῖ β]ουλεῖ καὶ τῶι
δήμωι, πρυτάν[ε]ων γνώμη· ἐπειδὴ
Ἰδομενεὺς Τιμακράτευς Ῥόδιος ὁ
ἐξαποσταλεὶ[ς] ὑπὸ τοῦ δήμου ἐ-
5 πὶ τὴν διόρθω[σ]ιν τοῦ συμβόλου τοῦ
πρὸς Ἀχαιοὺς [ἀ]νὴρ ἀγαθός ἐστιν καὶ
εὔνους τῶι δήμ̣ωι τῶι Τηνίων, καὶ δι-
ατελεῖ χρείας παρεχόμενος καὶ κοι-
νεῖ τεῖ πόλει καὶ [ἰδ]ίαι Τηνίων τοῖς ἐν-
10 τυγχάνουσιν αὐ[τ]ῶι, τήν τε ἐπιδημίαν
καὶ ἀναστροφὴν ἐποιήσατο καλ[ῶς]
καὶ εὐλαβῶς καὶ ἀξίως τῆς τε ἡ[μετέ]-
ρας πόλεως καὶ τοῦ δήμο[υ τοῦ Ῥοδί]-
ων· ὅπως οὖν καὶ ὁ ἡ[μ][τερος δῆμος]
15 φαίνηται τιμῶν τοὺ[ς ἀγαθοὺς ἄνδρας]
καὶ καταξίας χά[ριτας ἀποδιδοὺς τῶν]
εὐεργετημ[άτων, τύχει τεῖ ἀγαθεῖ]
[δεδόχθαι {²etc.}² ].
Search Help