[ ]
Tenos
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, #⁷#⁷- |
․έων ἐπεστάτει, Παπίας εἶπεν· ἐπει- | |
δὴ Πολυχάρης καὶ Ἄρχιππος Πολυχά- | |
[ρου]ς Ἰουλιῆται ἄνδρες ἀ[γα]θ[οί] εἰσι πρ[ὸς] | |
5 | τὸν δῆμον τὸν Τηνίων καὶ διατελο[ῦσι] |
χρείας παρεχόμενοι καὶ κοινῆι τῆ[ι πό]- | |
λει καὶ ἰδίαι Τηνίων τοῖς ἐνυγχάν[ου]- | |
σιν αὐτῶι, δεδόχθαι τῆι βουλῆι [καὶ] | |
τῶι δήμωι· ἐπαινέσαι Πολυχάρην καὶ | |
10 | Ἄρχιππον Ἰουλιήτας καὶ στεφανῶσαι |
τῶι ἐκ τοῦ νόμου στεφάνωι καὶ ἀναγο- | |
ρεῦσαι αὐτοῖς τὸν στέφανον τὸν ἄρχον- | |
τα τὴν στεφανηφόρον ἀρχὴν ἔν τε τῶι | |
ἱερῶι <τοῦ> Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης, | |
15 | ὅταν τὴν θυσίαν καὶ τὴν πανήγυριν συν- |
τελ[ῆι ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Ποσι]- | |
[δείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν τρα]- | |
[γωιδῶν· εἶναι δὲ αὐτοὺς καὶ τοὺς ἐκγό]- | |
[νους αὐτῶν] προξένους καὶ εὐεργέτας τῆς | |
20 | πόλεως· [δεδόσθαι δὲ αὐτοῖς παρὰ τοῦ δήμου] |
[καὶ πολιτείαν] καὶ γῆς καὶ οἰκίας ἔνκτη- | |
σιν, καὶ πρὸς φυλὴν καὶ φρατρίαν προσγρά- | |
ψασθαι ὁποίαν ἂμ βούλωνται, [καὶ ἐμ πο]- | |
[λέμωι] εἰρήνην [καὶ ἐν σύλοις] ἀσυλίαν {²etc.}² |