[ ]
Tenos — 2nd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι, |
| Κλεοφῶν Τιμησίου Κλυμενεὺς | |
| εἶπεν· ἐπειδὴ Ἀκουσίλας Σωτά- | |
| δα Γορτύνιος ἀνὴρ ἀγαθός ἐστιν | |
| 5 | καὶ εὔνους τῶι δήμωι τῶι Τηνί- |
| ων καὶ διατελεῖ χρείας παρεχό- | |
| μενος καὶ κοινεῖ τῆι πόλει καὶ | |
| ἰδίαι Τηνίων τοῖς ἐντυγχά- | |
| νουσιν αὐτῶι, δεδόχθαι τεῖ | |
| 10 | βουλεῖ καὶ τῶι δήμωι, ἐπαινέ- |
| σαι Ἀκουσίλα̣ν Σωτάδα〚ν̣〛 Γορ- | |
| τύνιον καὶ στεφανῶσαι θαλλοῦ | |
| στεφάνωι κατὰ τὸν νόμον, ἀρετῆς | |
| ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν | |
| 15 | δῆμον τὸν Τηνίων· εἶναι δὲ αὐ- |
| τὸν καὶ τοὺς ἐκγόνους αὐτοῦ | |
| προξένους καὶ εὐεργέτας | |
| τῆς πόλεως, δεδόσθαι δὲ αὐ- | |
| τοῖς καὶ πολιτείαν καὶ γῆς κ[αὶ] | |
| 20 | οἰκίας ἔγκτησιν, προσγραψα- |
| μένοις πρὸς φυλὴν καὶ φρατρί- | |
| αν ἣν ἂν βούλωνται, καὶ προε- | |
| δρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις | |
| συντελεῖ, καὶ πρόσοδον πρὸς | |
| 25 | τὴν βουλὴν καὶ τὸν δῆμον, ἐάν |
| του δέωνται, πρώτοις μετὰ τὰ | |
| ἱερά· ἀναγράψαι δὲ καὶ τὸ ψή- | |
| φισμα τόδε εἰς στήλην λιθί- | |
| νην καὶ στῆσαι εἰς τὸ ἱερὸν | |
| 30 | τοῦ Ποσειδῶνος καὶ τῆς |
| Ἀμφιτρίτης. |