[ ]
Tenos
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, #⁷#⁷- |
| ․έων ἐπεστάτει, Παπίας εἶπεν· ἐπει- | |
| δὴ Πολυχάρης καὶ Ἄρχιππος Πολυχά- | |
| [ρου]ς Ἰουλιῆται ἄνδρες ἀ[γα]θ[οί] εἰσι πρ[ὸς] | |
| 5 | τὸν δῆμον τὸν Τηνίων καὶ διατελο[ῦσι] |
| χρείας παρεχόμενοι καὶ κοινῆι τῆ[ι πό]- | |
| λει καὶ ἰδίαι Τηνίων τοῖς ἐνυγχάν[ου]- | |
| σιν αὐτῶι, δεδόχθαι τῆι βουλῆι [καὶ] | |
| τῶι δήμωι· ἐπαινέσαι Πολυχάρην καὶ | |
| 10 | Ἄρχιππον Ἰουλιήτας καὶ στεφανῶσαι |
| τῶι ἐκ τοῦ νόμου στεφάνωι καὶ ἀναγο- | |
| ρεῦσαι αὐτοῖς τὸν στέφανον τὸν ἄρχον- | |
| τα τὴν στεφανηφόρον ἀρχὴν ἔν τε τῶι | |
| ἱερῶι <τοῦ> Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης, | |
| 15 | ὅταν τὴν θυσίαν καὶ τὴν πανήγυριν συν- |
| τελ[ῆι ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Ποσι]- | |
| [δείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν τρα]- | |
| [γωιδῶν· εἶναι δὲ αὐτοὺς καὶ τοὺς ἐκγό]- | |
| [νους αὐτῶν] προξένους καὶ εὐεργέτας τῆς | |
| 20 | πόλεως· [δεδόσθαι δὲ αὐτοῖς παρὰ τοῦ δήμου] |
| [καὶ πολιτείαν] καὶ γῆς καὶ οἰκίας ἔνκτη- | |
| σιν, καὶ πρὸς φυλὴν καὶ φρατρίαν προσγρά- | |
| ψασθαι ὁποίαν ἂμ βούλωνται, [καὶ ἐμ πο]- | |
| [λέμωι] εἰρήνην [καὶ ἐν σύλοις] ἀσυλίαν {²etc.}² |