[ ]
Tenos — 2nd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, Σύμ- |
μαχος Συ[μ]μάχου Ἐσχα̣τιώτης εἶπεν· | |
ἐπειδὴ Διομήδη̣ς Πρώ[τ]ωνος Θ̣ρυήσιο[ς] | |
ἀνὴρ ἀγα̣θ̣[ό]ς ἐστιν ἐμ πᾶσιν, γυμνασι- | |
5 | αρχῶν τε ἐ̣ν τ[ῶ]ι πα̣ρεληλυθ̣ότι ἐνια[υ]- |
τῶι, καλῶ̣ς καὶ εὐσχημό[ν]ω̣ς τὰ κατὰ | |
τὴν ἀρχὴν διεξή[γ]αγεν πάν[τα], σπουδῆ̣[ς] | |
καὶ φιλοτιμία̣[ς] οὐθὲν̣ [ἐ]λλ̣είπω[ν], τίθησ̣ί | |
τε ἀγῶνα τοῖς̣ ν̣έ̣οις κ̣α̣ὶ θύσα[ς τ]ῶι Ἑρμῆ̣ι | |
10 | [κ]αὶ τῶι Ἡρακλε̣ῖ [κ]αὶ καλλιερήσ̣α̣ς [π]αρεκά̣- |
λ̣εσε τ[ο]ὺς [π]ο[λ]ίτα̣[ς πάντας] κ̣[αὶ το]ὺς πα̣ρ̣[ε]- | |
π̣ιδημο[ῦ]ν̣[τα]ς ξ̣έ̣[ν]ο̣υ[ς ἐπὶ] τὰ ἱε̣[ρὰ] καὶ τὰ[ς] | |
[σ]πονδάς, τὴν̣ πᾶσα̣ν [πρόν]οια̣ν̣ [καὶ] φ̣ιλοδο̣- | |
[ξ]ίαν καὶ ἐν τούτωι τ[ε]ῖ [πό]λ̣ε̣ι πρ̣οσενεγκ[ά]- | |
15 | μενος· ὅπως ο[ὖ]ν ἐφάμ[ιλλ]ο[ν] εἶ πᾶσι τοῖς |
[γ]υμνασια̣[ρ]χοῦ[σιν] κ[αὶ τοῖς ἀε]ὶ γινομένοις | |
[ἀ]νδράσιν ἀ̣γαθ[ο]ῖς κ[αὶ προθύμο]ις εἰς̣ τοὺς α[ὑ]- | |
τῶν πολίτας ἀπο[λαύειν τ]ῆ̣ς παρὰ τοῦ δή- | |
[μ]ο̣[υ] χάριτος, δε[δόχθα]ι τ[ῆι] βουλῆι καὶ τῶ[ι] | |
20 | [δ]ή̣μ̣ω̣ι̣· ἐπαινέσ[α]ι Δ̣ιομ̣[ή]δ̣η̣[ν] Π̣ρώτωνο[ς] |
[καὶ στεφανῶσαι αὐτὸν θ]α̣λλοῦ στ[εφά]ν̣ωι ἀρε[τῆς] | |
[ἕνεκεν καὶ εὐνοίας καὶ φ]ιλ̣οδο̣ξίας {²etc.}² |