[ ]
Tenos — end 3rd c. BC
| {²praescriptum periit}² | |
| 1 | [— ἐπειδὴ Τίμων Νυμφοδώρου] |
| [Συρακόσιος ἀνὴρ ἀγαθός ἐστιν] | |
| [περ]ὶ̣ τὸν δῆμον τὸν Τηνίων [καὶ δια]- | |
| [τ]ελεῖ χρείας παρεχόμενος κ[αὶ] | |
| 5 | κοινεῖ τῆι πόλει καὶ ἰδίαι Τηνίων το̣[ῖς] |
| ἐντυγχάνουσιν αὐτῶι, ἀγαθε[ῖ] | |
| τύχει, δεδόχθαι τῆι βουλεῖ καὶ τῶι | |
| δήμωι· ἐπαινέσαι Τίμωνα Νυμφοδώρου | |
| Συρακόσιον καὶ στεφανῶσαι τῶι ἐκ τοῦ | |
| 10 | νόμου στεφάνωι ἀρετῆς ἕνεκεν κ[αὶ] |
| εὐνοίας τῆς εἰς τὴν πόλιν· εἶναι δὲ | |
| Τίμωνα καὶ τοὺς ἐκγόνους αὐτοῦ προξέ- | |
| νους καὶ εὐεργέτας τῆς πόλεως· | |
| δεδόσθαι δὲ αὐτοῖς κα[ὶ] πολιτείαν καὶ | |
| 15 | γῆς και οἰκίας ἔγκτησιν καὶ πρὸς φυλὴν |
| [κα]ὶ φ̣ατρίαν προσγράψασθαι ἣν ἂν βού- | |
| [λωνται, καὶ] π̣[ρο]ε̣δ̣ρ[ί]α̣ν ἐν τοῖς ἀγῶσιν | |
| [οἷς ἡ πόλις συντελῆι, κα]ὶ̣ πρόσοδον πρὸς | |
| [τὴν βουλὴν καὶ τὸν δῆμο]ν̣ ἐάν του | |
| 20 | [δέωνται πρώτοις μετὰ τὰ ἱερά, — —] |
| [— — — — — — — — — — — — — — —] |