[ ]
Tenos — 3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ [τῶι δ]ή̣μ̣ωι, Φιλ[έται]- |
| ρος ἐπεστάτει, Θρασυμήδης εἶπεν· ἐπειδὴ | |
| ․․․․ιος ἀποσταλεὶς θεωρὸς ὑπὸ προσ- | |
| [τατῶ]ν ὥστε ἀπαγγεῖλαι τὴν ἀσυλίαν | |
| 5 | [․․․․ίοι]ς τὴν τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος |
| [κατὰ] τὰς μαντείας τῆς Πυθίας ἀναγγέλ- | |
| λ[ε]ι Νυμφαῖον τὸμ Βυζάντιον πᾶσαν | |
| [χ]ρείαν παρεσχῆσθαι πρὸς τὴν ἐπαν- | |
| γελίαν ἐν τῶι δήμωι τῶ[ι τε θεῶι] καὶ αὑτῶι, | |
| 10 | τύχηι ἀγαθῆι, ἐπαινέσ[αι μὲν] Νυμφ[αῖον Ἀ]- |
| θηναίωνος Βυζάντι[ον ἀρετῆς ἕνεκα καὶ] | |
| [εὐ]νοίας ἣν ἔ[χ]ων διατ[ελεῖ περὶ τὸ ἱε]- | |
| [ρ]ὸν καὶ τὴμ πόλιν, κα̣[ὶ εἶναι αὐτὸν πρό]- | |
| [ξ]ενον καὶ εὐ[εργέτην τῆς πόλεως καὶ αὐ]- | |
| 15 | [τὸν καὶ το]ὺ[ς ἐκγόνους], καὶ δεδό[σθαι] |
| [αὐτοῖς γῆς καὶ οἰκία]ς ἔγκτησιν καὶ [πολι]- | |
| [τείαν, καὶ] πρὸς φυλὴν καὶ φρατρίαν [προσ]- | |
| [γράψ]ασ[θ]αι, ἣν ἂν βούλωνται, καὶ ἐμ πολέ- | |
| μωι εἰρήνην καὶ ἐν σύλοις ἀσυλίαν, κα[ὶ δί]- | |
| 20 | κας προδίκους, καὶ πρόσοδομ πρὸς τὴν β[ου]- |
| λὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά, | |
| καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλι[ς] | |
| τίθησιν· στεφανῶσαι δ’ αὐτὸν καὶ τῶι στε- | |
| φάνωι τῶι ἐκ τοῦ νόμου, καὶ ἀναγορεῦσαι | |
| 25 | τὸν στέφανον τῶι ἀγῶνι τῶν Ποσιδείων· |
| ὅπως δὲ καὶ κύρια ἦι τὰ ἐψηφισμένα τῶι δή- | |
| μωι ὑπέρ τε Νυμφαίου καὶ τῶν ἐκγόνων αὐ- | |
| τοῦ εἰς πάντα τὸν χρόνον, ἐπιμελεῖσθαι | |
| τοὺς στρατηγοὺς καὶ τοὺς βουλευτὰς τοὺς | |
| 30 | ἀεὶ ἄρχοντας, ἄν του δέωνται Νυμφαῖος κα[ὶ] <οἱ> |
| ἔκγονοι [αὐ]τοῦ· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα | |
| τόδε τὸν γραμματέα τῆς βουλῆς καὶ τοῦ [δή]- | |
| μου εἰς στήλην καὶ στῆσαι εἰς τὸ ἱερὸν [τοῦ Πο]- | |
| σειδῶνος, ἵν’ εἰδῶσι πάντες, ὅτι ὁ δῆμος [ὁ Τηνίων] | |
| 35 | ἐπίσταται χάριτας ἀποδιδόναι [τοῖς τιμῶσιν] |
| τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ [<τῆς> Ἀμφιτρίτης· εἰς δὲ] | |
| τὴν ἀναγραφὴν καὶ τὴ[ν ἀνάθεσιν τῆς στήλης] | |
| τὸ ἀνάλωμα δότω ὁ τ[οῦ δήμου ταμίας ἐκ τῶν εἰς τὰ] | |
| κατὰ ψηφίσμα[τα ἀναλισκομένων]. |