[ ]
Tenos — 3rd c. BC
[— — — —, καὶ διατελεῖ] | |
[χρείας παρεχόμενος καὶ κοινῆι] | |
1 | [τῆι πόλει καὶ ἰδίαι Τηνίων τοῖς] |
ἐντυγχ[άνουσι]ν αὐτῶι, [δεδόχθαι] | |
τῶι δήμωι, ἐπαινέσαι Χα[ρῖνον Ἀρι]- | |
στοδήμου Ἀθη[ν]αῖον καὶ σ[τεφανῶ]- | |
5 | σαι τῶι ἐκ τοῦ νόμου στεφάνωι [ἀρε]- |
τῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων | |
διατελεῖ πρὸς [τ]ὸ[ν] δῆμον τὸν Τη- | |
νίω̣[ν], καὶ ἀναγορεῦσαι αὐτῶι τὸν | |
στέφανον Διονυσίων τῶι ἀ[γῶνι] | |
10 | τῶν τραγωιδῶν· εἶναι δὲ αὐτὸν [καὶ] |
ἐκγόνους προξένους καὶ εὐεργέ- | |
τας τῆς πόλεως τῆς Τηνίων, δεδό- | |
σθαι δὲ αὐτοῖς παρὰ τοῦ δήμου κα[ὶ] | |
πολιτείαν καὶ γῆς καὶ οἰκίας ἔγκτη- | |
15 | σιν καὶ πρόσοδομ πρὸς τὴν βουλὴν καὶ |
τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις | |
μετὰ τὰ ἱερά, καὶ ἐμ πολέμωι εἰρήνην | |
καὶ ἐν σύλωι ἀσυλίαν, καὶ προεδρί- | |
αν ἐν τοῖς ἀγῶσιν οὓς ἡ πόλις τίθησι· | |
20 | τὴν δὲ βουλὴν καὶ τοὺς στρατηγοὺς |
καὶ τοὺς ἄρχοντας ἐπιμελεῖσθαι, ὅ- | |
πως ἦι κύρια τὰ ἐψηφισμένα τῶι δήμωι | |
ὑπέρ τε Χαρίνου καὶ τῶν ἐκγόνων αὐ- | |
τοῦ· τὸ δὲ ψήφισμα τόδε ἀναγραψάτω | |
25 | ὁ γραμματεὺς τῆς βουλῆς εἰς στήλην |
λιθίνην καὶ στησάτω εἰς τὸ ἱερὸν τοῦ | |
Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης. |