[ ]
Tenos — 3rd c. BC
| [— — — —, καὶ διατελεῖ] | |
| [χρείας παρεχόμενος καὶ κοινῆι] | |
| 1 | [τῆι πόλει καὶ ἰδίαι Τηνίων τοῖς] |
| ἐντυγχ[άνουσι]ν αὐτῶι, [δεδόχθαι] | |
| τῶι δήμωι, ἐπαινέσαι Χα[ρῖνον Ἀρι]- | |
| στοδήμου Ἀθη[ν]αῖον καὶ σ[τεφανῶ]- | |
| 5 | σαι τῶι ἐκ τοῦ νόμου στεφάνωι [ἀρε]- |
| τῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων | |
| διατελεῖ πρὸς [τ]ὸ[ν] δῆμον τὸν Τη- | |
| νίω̣[ν], καὶ ἀναγορεῦσαι αὐτῶι τὸν | |
| στέφανον Διονυσίων τῶι ἀ[γῶνι] | |
| 10 | τῶν τραγωιδῶν· εἶναι δὲ αὐτὸν [καὶ] |
| ἐκγόνους προξένους καὶ εὐεργέ- | |
| τας τῆς πόλεως τῆς Τηνίων, δεδό- | |
| σθαι δὲ αὐτοῖς παρὰ τοῦ δήμου κα[ὶ] | |
| πολιτείαν καὶ γῆς καὶ οἰκίας ἔγκτη- | |
| 15 | σιν καὶ πρόσοδομ πρὸς τὴν βουλὴν καὶ |
| τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις | |
| μετὰ τὰ ἱερά, καὶ ἐμ πολέμωι εἰρήνην | |
| καὶ ἐν σύλωι ἀσυλίαν, καὶ προεδρί- | |
| αν ἐν τοῖς ἀγῶσιν οὓς ἡ πόλις τίθησι· | |
| 20 | τὴν δὲ βουλὴν καὶ τοὺς στρατηγοὺς |
| καὶ τοὺς ἄρχοντας ἐπιμελεῖσθαι, ὅ- | |
| πως ἦι κύρια τὰ ἐψηφισμένα τῶι δήμωι | |
| ὑπέρ τε Χαρίνου καὶ τῶν ἐκγόνων αὐ- | |
| τοῦ· τὸ δὲ ψήφισμα τόδε ἀναγραψάτω | |
| 25 | ὁ γραμματεὺς τῆς βουλῆς εἰς στήλην |
| λιθίνην καὶ στησάτω εἰς τὸ ἱερὸν τοῦ | |
| Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης. |