[ ]
Tenos — 3rd c. BC
| 1 | [ἔ]δ̣οξ[εν] τ̣ῆ̣ι̣ [β]ο[υλῆι κ]α̣ὶ τῶι δήμωι· Ἀγαθο- |
| [κ]λ̣ῆς ἐπεστάτει· Ἀριστείδης εἶπεν· ἐπε[ι]- | |
| δὴ Μελησίας Μελησίου Μυτιληναῖος | |
| ἀ̣νὴρ ἀγαθός ἐστι περὶ τὸν δῆμον τὸν Τη̣- | |
| 5 | νίων καὶ διατελεῖ χρείας παρεχόμενος |
| καὶ κοινεῖ τῆι πόλει καὶ ἰδίαι Τηνίων τοῖς ἐν- | |
| τυνχάνουσιν ἑαυτῶι, δεδόχθαι τῶι δήμω[ι]· | |
| ἐπαινέσαι Μελησίαν Μελησίου Μυτιλη̣- | |
| ναῖον καὶ στεφανῶσαι αὐτὸν στεφάνωι | |
| 10 | τῶι ἐκ τοῦ νόμου ἀρετῆς ἕνεκεν καὶ φιλοτι- |
| μίας ἣν ἔχων διατελεῖ εἰς τὸν δῆμον | |
| τὸν Τηνίων, καὶ ἀναγορεῦσαι αὐτῶι τὸν στέ- | |
| φανον ἐν τῶι θεάτρωι Διονυσίων τῶι ἀγῶνι | |
| τ̣ῶν τραγωιδῶν· εἶναι δὲ αὐτὸν καὶ ἐκγόνους | |
| 15 | [π]ροξένους καὶ εὐεργέτας τῆς πόλεως |
| τῆς Τηνίων, καὶ εἶναι αὐτοῖς πρόσοδον πρὸς | |
| τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέων- | |
| ται πρώτοις μετὰ τὰ ἱερά, καὶ ἐμ πολέμωι | |
| εἰρήνην καὶ ἐν σύλωι ἀσυλίαν, καὶ προεδρί- | |
| 20 | αν ἐν τ̣οῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν· δε- |
| δόσθαι δ’ αὐτοῖς παρὰ τοῦ δήμου πολιτεί- | |
| [αν] καὶ γῆς καὶ οἰκίας ἔγκτησι̣ν καὶ πρὸς | |
| [φυλὴν] κ̣αὶ φάτραμ προσγράψασθαι ὁποί- | |
| [αν ἂμ βούλ]ωνται. εἶναι δ’ αὐτοῖς καὶ ἄλλο | |
| 25 | [ἀγαθὸν εὑρ]έ̣σθαι παρὰ τοῦ δήμου ὅ,τι ἂν δύ- |
| [νωνται] {²etc.}² |