[ ]
Andros
{²praescripti initium deest}² | |
[— — — — — — — — ὑπὲρ ὧν τὴν πρόσοδον ἐποιήσαντο — —] | |
1 | ․․․․․․․․․․․ενίδου(?), Διονύσιος Ὄρθωνος· [ἐπε]ιδ[ὴ] |
Σωσθένης ἀποδείκνυται τὴν ἑαυτοῦ εὔνοιαν κο[ι]- | |
νε[ῖ] τε [π]ρὸς τὴμ [π]ό[λ]ιν κα[ὶ ἰ]δί[α]ι τῶν [π]ολ[ι]τῶ[ν τ]οῖς ἐν- | |
[τ]υγχάνουσ[ι]ν ἑαυτῶι χρε<ί>ας παρεχόμενος, δεδόχθα[ι] | |
5 | [τ]εῖ βουλεῖ καὶ τῶι δήμωι· Σωσθένην Ἀρίστωνος Κρ[ῆ]- |
τα Ἐλευθερναῖον πολείτην εἶναι τῆς πόλεως τῆς Ἀνδρίω[ν] | |
[κ]ατὰ τοὺς νόμους αὐτὸν καὶ ἐκγόνους, [κ]αὶ με{λι}τεῖ[ναι {²⁶μετεῖναι}²⁶ αὐ]- | |
τ[οῖς ἱ]ε[ρ]ῶν καὶ ὁσίω[ν] καὶ τῶν ἄλλων πάντ[ων ὅσων καὶ τοῖς] | |
[Ἀ]νδρίο[ι]ς [μέτεστι· — —] | |
10 | {²multa desunt}² |