[ ]
Andros
| 1 | — — — — — — — — — — — — — — — — — — — |
| ․․․․․․αι, [ἐν] τῶι ἐ[φ]έ[τ]ο[ς](?) δὲ ἐνιαυτῶι | |
| [βουλ]όμενος ἀκόλουθος γ[ενέ]σθαι τῆι | |
| [ἀπ]ὸ τῆς ἀρχῆς αὐτῶι γεγενημένη[ι] | |
| 5 | [εἰς] τὸν δῆμον κατὰ πάντα καλοκἀγαθ[ί]- |
| [α]ι τὴν πᾶσαν προσηνέγκατο σπουδήν | |
| τε καὶ ἐπιμέλειαν μετὰ πάσης ἐκτε- | |
| νοῦς προθυμίας εἰς τὸ τοὺς ἀσθενῶς | |
| [δ]ιατεθέν[τ]ας τυχεῖν τῆς καθηκούσης | |
| 10 | θεραπείας τε καὶ σωτηρίας· [ἵ]να οὖν καὶ |
| ὁ δῆμος φαίνηται εὐχάριστος ὢν καὶ τι- | |
| μῶν τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν | |
| ταῖς καθηκούσαις τιμαῖς, ἀγαθῆι τύχη[ι], | |
| δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπα[ι]- | |
| 15 | νέσαι Ἀρτεμίδωρον Μηνοδότου τὸν |
| ἰατρὸν ἐπί τε τεῖ προαιρέσει καὶ καλοκἀ- | |
| γαθίαι ἧι ἔ[χ]ων διατελεῖ εἰς τὸν δῆμον | |
| καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφά- | |
| [ν]ωι, καὶ τὴν ἀναγόρευσιν τοῦ στεφάνου | |
| 20 | [γεν]έσθαι ἐν τοῖς ἀγῶσιν οἷς ἂν ἡ πόλις συν- |
| [τ]ελῆι, τὴν ἐπιμέλειαν ποιουμένων τῆς ἀ- | |
| ναγορεύσεως τῶν κατ’ ἐνιαυτὸν στρατη- | |
| γῶν· ἀναγραφῆναι δὲ τόδε τὸ ψήφισμα | |
| καὶ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. | |
| 24a | {²intra coronam:}² |
| 25 | ἡ βουλὴ καὶ ὁ δῆμος. |