[ ]
Andros — 3rd/2nd c. BC
| [ἐπὶ — — ἅρχοντος, — — — — — — — — — — — —] | |
| 1 | — — — μηνὸς ․․․․․․ιῶνος [ἑνδεκά]τη[ι {²⁷[δωδεκά]τη[ι?}²⁷, — —] |
| ν(?) εἶπεν· ὑπὲρ ὧν Μάλακος Θεοφείδου τὴν πρόσοδον ἐποήσ[α]- | |
| το, δεδόχθαι τῆι βουλεῖ καὶ τῶι δήμωι· Ἀπολλώνιον Ἀ- | |
| πολλωνίδου Κυμαῖον [πολ]ίτην εἶναι τῆς πόλεως | |
| 5 | τῆς Ἀνδρίων κατὰ τ[οὺς] νόμους αὐτὸν καὶ ἐγγό- |
| νους κα[ὶ μετ]εῖναι αὐτοῖς πάντων ὅσω[ν] καὶ Ἀνδρί[οι]ς μέ- | |
| τεστι, ἐ[ξ]ε[ῖ]ναι δὲ αὐτοῖς καὶ φυλῆς γενέσθαι ἧ[ς] ἂν βού- | |
| λωνται καὶ φρατρίας ἧσ[τι]ν[ος π]είσωνται, τὸν δὲ γρα[μ]- | |
| ματέα τῶν [π]ρ[υ]τ[άν]εων(?) {²⁷[στ]ρατη[γ]ῶν?}²⁷ ἐπιμεληθῆναι, ὅπως <ἡ> πολιτεία | |
| 10 | ἥδε ἀν[αγρ]αφεῖσα [εἰς] στήλην λιθίνην σ[τ]αθεῖ εἰς τὸ |
| ἱερὸν τοῦ Ἀπόλλωνος, τὸ δ’ εἰς τὴν ἀναγραφὴν ἀνάλω- | |
| μα δοῦναι τοὺς ταμίας ἀπὸ τῆς κοινῆς διοικήσεως. |