[ ]
Andros — 3rd c. BC
| 1 | [ἐπὶ — —] ἄρχοντος, μηνὸς Ἀρτεμισιῶνος, Εὐ[τ]ύχεω τῶμ πρυτά[νεων] |
| ․․․․․․․․λα προεδρεύοντος, Χαιρέου γραμματεύοντος, Θεότιμος Φιλ[αγά]- | |
| [θου εἶπεν]· ὑπὲρ ὧν τὴμ πρόσοδον ἐποήσατο Ἀριστοφῶν Δημοσθένου, δεδό[χθαι] | |
| [τεῖ βουλεῖ] καὶ τῶι δήμωι· Δρόμωνα Φανοδήμου Βαβυλώνιον πρόξενογ καὶ εὐεργέτη[ν] | |
| 5 | [εἶναι τῆς] πόλεως τῆς Ἀνδρίων, καὶ εἶναι αὐτῶι πρόσοδομ πρὸς τὴμ βουλὴγ καὶ τὸν δ[ῆ]- |
| [μον, ἐάν τ]ου δέηται, πρώτωι μετὰ τὰ ἱερά, καὶ δίκας προ[δίκο]υς, καὶ ἐμ πολέμωι εἰρήνη[γ] κ[αὶ] | |
| [ἐν σύλοι]ς ἀσυλίαν· τὸν δὲ γραμματέα τῶμ πρυτάνεων ἐπιμεληθῆναι, ὅπως | |
| [ἡ γνώμη] ἥδε ἀναγραφεῖ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, τὸ δ’ ἀνάλωμα τὸ γενόμε- | |
| [νον εἰς τὴ]ν ἀναγραφὴν δοῦναι τοὺς ταμίας ἀπὸ τῆς κοινῆς διοικήσεως. |