[ ]
Andros — 350-336 BC — IG XII,Suppl. p. 119
| [․․5․․ ἐπειδὴ Ἀντίδοτος ․․․7․․․ους Ἀθηναῖος] | |
| [στρατηγὸς καταπλεύσας ἐπὶ τὴν παραλαβὴν τοῦ] | |
| 1 | [σίτου τ]ὸν μέδ[ιμνον ἐπέδωκε τῶι δήμωι τῶι Ἀνδρί]- |
| [ων] δραχμῶν πέντε [καὶ ἤγαγε τῶι δήμωι τῶι Ἀνδρίων] | |
| [τ]οῦ σίτου τοῦ ξενικοῦ εἴκοσιν — — — — — — — — — — | |
| ․․․․ον τοῦ μεδίμνου, ὅπως ἂν οὖν εἰδῶσιν πάν[τες, ὅ]- | |
| 5 | [τι ἐ]πίσταται ὁ δῆμος χάριτας ἀξίας ἀποδιδ[όναι] |
| [τοῖς] εὐεργέταις, ἐπαινέσαι μὲν Ἀντίδοτ[ον ․․] | |
| [․․5․․ο]υς καὶ στεφανῶσαι χρυσῶι στεφάνωι [ἀπὸ] | |
| [․ Ἀττι]κῶν δραχμῶν ἀρετῆς ἕνεκεν καὶ εὐν[οί]- | |
| [ας τῆ]ς εἰς τὸν δῆμον τὸν Ἀνδρίων· τὸν δὲ γρα[μμα]- | |
| 10 | [τέα τῆς β]ουλῆς ἀναγγεῖλαι τόνδε τὸν στέφαν[ον] |
| [Διο]ν̣υσίοις τραγωιδῶν τῶι ἀγῶνι· εἶναι δ’ Ἀντιδό- | |
| [τ]ωι καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δήμου, ὅ- | |
| [τ]ου ἂν δοκεῖ ἄξιος εἶναι· ἐπαινέσαι δὲ καὶ τοὺ[ς] | |
| [στρ]ατιώτας, ὅσοι τὰς χρείας παρέσχοντο τῶι δή- | |
| 15 | [μωι] καὶ συνήργησαν εἰς τὸ σῖτον εὐμαρέστερο[ν] |
| [εἶναι] ἐν τεῖ πόλει· τὸν δὲ γραμματέα τῶν πρυτάν̣[ε]- | |
| [ων ἀν]αγράψαι τόδε τὸ ψήφισμα ἐν {²⁶εἰς}²⁶ στήλην λιθί- | |
| [νην] καὶ στῆσαι ἐν τῆι ἀγορᾶι πρόσθε τοῦ βουλε[υ]- | |
| [τηρίου]· τὸ δὲ ἀνάλωμα τὸ γενόμενον εἰς τὴν ἀ- | |
| 20 | [ναγ]ραφὴν δοῦναι τοὺς ταμίας ἀπὸ τῶν προσό- |
| [δων] τῶν τῆς πόλεως. |