[ ]
Syros — 2nd/3rd c. AD
| 1 | ἔδοξε[ν] τῇ βουλῇ καὶ τῷ δήμῳ, πρυτάνεων γνώμη· |
| ἐπεὶ Βερνείκη Νεικομάχου, γυνὴ δὲ Ἀριστοκλέους τοῦ Εἰσιδώ- | |
| ρου, ἀγαθήν τε καὶ εὐσχήμοναν τὴν ἀναστροφὴν πεπόηται | |
| ἐν πᾶσιν, ἀρχείνη τε γενομένη ἐκ τῶν ἰδίων ἀφιδῶς ἐπετέ- | |
| 5 | λεσεν καὶ θεοῖς καὶ ἀνθρώποις ὑπὲρ τῆς πατρίδος, εἱέρειά τε |
| κατασταθεῖσα τῶν οὐρανίων θεῶν Δήμητρος καὶ Κόρης τῶν | |
| σεμνοτάτων ἁγνῶς καὶ ἀξίως τῶν θεῶν καὶ τῆς πόλεως | |
| εἱερ[α]τεύσασα μετήλλαξεν τὸν βίον, ἡ καὶ τεκνοτροφήσα- | |
| σα· δι’ ἃ δὴ δοκεῖ τῇ βουλῇ καὶ τῷ δήμῳ· προεπαινέσαι μὲν | |
| 10 | τῆς γυναικὸς τὸν προβεβιωκότα χρόνον, στεφανῶσαί τε αὐ— |
| τὴν χρυσῷ στεφάνῳ ᾧ πάτριόν ἐστιν ἡμεῖν στεφανοῖν {²⁶στεφανοῦν}²⁶ | |
| τὰς ἀγαθὰς τῶν γυναικῶν· ὁ δὲ γράφων ἡμεῖν ἀναγο- | |
| ρευσάτω ὑπὸ τὴν ἐκκομιδὴν τῆς γυναικὸς ὅτι "στεφα- | |
| νοῖ ὁ δῆμος ὁ Συρίων Βερνείκην Νεικομάχου χρυσῷ στε- | |
| 15 | φάνῳ ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς αὐτήν". ❦ |