[ ]
Ceos — Iulis
| 1 | ἔδοξεν τοῖς Σαραπιασταῖς· |
| ἐπειδὴ Ἐπαμείνων Σωμένου | |
| ἀνὴρ καλὸς κἀγαθὸς ὢν διατε- | |
| λεῖ περὶ τὸν θίασον καὶ φιλότι- | |
| 5 | μος, χρείας τε γενομένης ἀργυ- |
| ρίου εἰς ξυλωνίαν τῶι θιάσωι προ- | |
| εισήνεγκε τὸ ἀργύριον ἄτοκον· [ὅ]- | |
| πως οὖν ἔχωμεν καὶ εἰς τὸ λοιπὸν | |
| ἀνδράσιν φιλοτίμοις χρᾶσθαι, δε- | |
| 10 | δόχθαι τοῖς Σαραπιασταῖς ἐπαινέ- |
| σαι Ἐπαμείνονα Σωμένου ἀρετῆς | |
| ἕνεκεν καὶ φιλοτιμίας, ἣν ἔχων δια- | |
| τελεῖ περὶ τὸν θίασον, καὶ στεφανῶ- | |
| σαι αὐτὸν θαλλοῦ στεφάνωι, καὶ ἀ— | |
| 15 | νακηρῦξαι τὸν στέφανον τοῖς |
| Εἰσιδείοις. |