[ ]
Siphnos — ca. 274/3-270? BC — IG XII,Suppl. p. 111
| 1 | [— — ἀπαγγέλλει {²⁷ἀπαγγελλοῦσι?}²⁷ τὴν ὑπάρχουσαν αὐτῶι] |
| [πρὸς τὴν πόλι]ν ἡμῶν φιλί[αν διαφυλάσσειν τὸν] | |
| [βασιλέα Πτολεμ]αῖον, ὑγιαίνει[ν δὲ αὐτόν τε καὶ] | |
| [τὴν βασίλισσ]αν Ἀρσινόην καὶ τὰς δυν[άμεις], | |
| 5 | [συμπ]α̣ρ̣ὼν δὲ καὶ Περιγένης Λεοντίσκου [Ἀλεξαν]- |
| [δρεὺ]ς συνησθεὶ[ς] ἐπὶ τοῖς προσηγγελ[μ]ένοι[ς ἀγα]- | |
| [θοῖ]ς ἐπιδίδωσιν τεῖ πόλει, ὥστε αὐλῆσα[ι μ]όνο[ν] | |
| [ἐν] ἡμ<έ>ραις δυσίν, βουλόμενος ἀποδεικνυ[σ]θαι τὴ[ν] | |
| εὔνοιαν ἣν ἔχει εἴ[ς] τ̣ε̣ τὸν βασιλέα καὶ τὴν [βασ]ίλι[σσαν] | |
| 10 | [κ]αὶ τὴν πόλιν τὴν ἡμετέραν· ὅπως οὖν καὶ [ἡμε]ῖς [φαινώ]- |
| μεθα τιμῶντες τοὺς εὐχαριστοῦντας εἴς [τε] τὸν [βασι]- | |
| λέα Πτολεμαῖον καὶ εἰς τὴν βασίλισσαν καὶ ε[ἰς τὴ]ν [πό]- | |
| λιν τὴν ἡμετέραν, τύχει τεῖ ἀγαθεῖ δεδόχθ[αι τεῖ βουλεῖ] | |
| καὶ τῶι δήμωι· συνησθῆναι μὲν ἐπὶ τοῖς ἠγγελμένοι[ς ἀ]- | |
| 15 | [γ]αθοῖς, ἐπαινέσαι δὲ καὶ Περιγένην Λεοντί[σκου] Ἀλ[ε]- |
| [ξ]ανδρῆ καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀ[πὸ] | |
| [δ]ραχμῶν δισχιλίων ἀρετῆς ἕνεκεν καὶ φιλ[οτιμίας ἧς] | |
| [ἔ]χει περί τε τὸν βασιλέα καὶ τὴν βασίλισσαν κ[αὶ τὴν πό]- | |
| λιν τὴν ἡμετέραν, καὶ ἀνακηρῦξαι τὸν στέφανον ἐ[ν τῶι] | |
| 20 | θεάτρωι Δ[ιον]υ[σ]ί[ο]ις τραγωιδῶν τῶι ἀγῶνι· εἶναι δὲ Π̣[ερι]- |
| γένην πρόξενον τῆς πόλεως ἡμῶν καὶ αὐτὸν καὶ | |
| τοὺς ἐγγόνους αὐτοῦ, καὶ ὑπάρχειν αὐτοῖς εἴσ- | |
| πλουν καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης καὶ | |
| ἐν σύλοις ἀσυλίαν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
| 25 | οἷς ἡ πόλις τίθησιν καὶ πρόσοδον πρὸς τὴν βου- |
| λὴν καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις με- | |
| τὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς | |
| πρυτάνεις εἰς τὸ περίφραγμα τοῦ Διονύσου. |