[ ]
Siphnos — ca. 217-205? BC — IG XII,5 Add. p. 317
| 1 | [ἐπειδὴ ἐπανελθὼν {²ὁ δεῖνα}² ὁ παρὰ τοῦ δήμου ἀποσταλεὶς πρεσβευτὴς πρὸς τὸν βασιλέα Πτολεμαῖον ἀπαγγέλλει τὴν ὑπάρχουσαν] |
| [αὐτῶι· πρὸς τὴν πόλι]ν ἡμ[ῶν] φιλί[αν διατηρεῖν μὲν] | |
| [τὸν βασιλέα Πτολε]μαῖον, ὑγιαίνει[ν δὲ αὐτόν τε καὶ] | |
| [τὴν βασίλισσ]αν Ἀρσινόην καὶ [τ]ὰς δυν[άμεις], | |
| 5 | [συμπαρ]ὼν δὲ [κα]ὶ Περιγένης Λεοντίσκου [Ἀλεξαν]- |
| [δρεὺ]ς συ[νε]υα[ρισ]τ[ε]ῖ τοῖς προσηγγελ[μέ]ν[οις ἑαυ]- | |
| [τόν τε] ἐπιδίδωσιν τεῖ πόλει, ὥστε αὐλίσ[ασθα]ι [παρ’ ἡμῖν] | |
| [ἐν ἡ]μ[έ]ραις δυσί[ν], βουλόμενος [ἀ]πο[δ]ει[κ]ν[ύνα]ι τ[ὴν αὑτοῦ] | |
| [εὔ]νοι[αν κα]ὶ ε[ὐσ]έβ[ε]ι[αν] ἔ[ς] τε τὸν βασιλέα καὶ τὴν [βασίλισσαν] | |
| 10 | [κ]αὶ τὴν πόλιν τὴ[ν] ἡμετέρ[α]ν· ὅπως οὖν κ[α]ὶ ἡμεῖς [φαινώ]- |
| με[θ]α τιμῶντες τοὺς εὐχαριστοῦντας εἴς [τε τὸν βασι]- | |
| λέα Πτολεμαῖον καὶ εἰς τὴν βασίλισσαν καὶ ε[ἰς τὴν πό]- | |
| λιν τὴν ἡμετέραν, τύχει τεῖ ἀγαθεῖ, δε[δ]όχθ[αι τεῖ βουλεῖ] | |
| καὶ τῶι δήμωι, συνησθῆναι μὲν ἐπὶ τοῖς ἠγγελμένοι[ς ὑπὸ — —]- | |
| 15 | ․λώου, ἐπαινέσαι δὲ καὶ Περιγένην Λεοντίσκου Ἀλ[ε]- |
| [ξα]νδρῆ καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀ[πὸ] | |
| [δ]ραχμῶν δισχιλίων, [ἀ]ρετῆς ἕνεκεν κ[α]ὶ φιλ[αγαθ]ί[ας ἧς] | |
| [ἔ]χει περί τε τὸν βασιλέα καὶ τὴν βασίλισσαν κ[α]ὶ [τὴν πό]- | |
| λιν τὴν [ἡμετέρα]ν, καὶ ἀνακηρῦξαι τὸν στέφανον ἐ[ν τῶι] | |
| 20 | θε[ά]τ[ρω]ι [Διον]υ[σ]ί[ο]ις τραγωιδῶν τῶι ἀγῶνι, εἶναι δὲ [Περι]- |
| γένην πρόξε[ν]ο[ν] τ[ῆ]ς πόλεως ἡμῶν καὶ αὐτὸν καὶ | |
| τοὺς ἐγγόνους αὐτοῦ, καὶ ὑπάρχειν αὐτοῖς εἴσ- | |
| πλουν καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης καὶ | |
| ἐν σύλοις ἀσυλίαν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
| 25 | οἷς ἡ πόλις τίθησιν καὶ πρόσοδον πρὸς τὴν βου- |
| [λ]ὴν καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις με- | |
| τὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς | |
| πρυτάνεις εἰς τὸ περίφραγμα τοῦ Διονύσου. |