[ ] Paros — 1st c. BC
See also:
1 πατ[ρὶς γαῖά μ’ ἔ]πεμψε δικαστὴν Μυλασέεσσι,
  ἤδη δ’ εὐδοκιμῶν ἐξέλιπον βιοτάν
Ἀκρίσιος, πατρὸς μὲν Ἰάσονος, ἐκτέρισαν δὲ
Μυλασέες χρυσέοις στεψάμενοί με κλάδοις·
5 ταῦρον δ’ ἀμφὶ πυρῇ σφάξαν τιμαῖσι σέβοντες
  δαίμονί μου νέρθεν σὺν χθονίοισι θεοῖς.
υἱὸς δ’ Ἀκρίσιος συνομόπλοος ἤλυθε πατρὶ
  γραμματέως τά[ξει], πειθόμενος πόλεϊ,
καί μου πνεῦμα λι[πόν]τος ἐμᾶς ἀρετᾶς ἐφάμιλλος
10 Μυλασέσιν δικάσ[αι μο]ι διέδεκτο κρίσεις,
ὅστεα δὲ ἱμερταῖσ[ι πάτ]ραν ἐκόμιζε χέρεσσι
  τὸν Πάριον Παρία[ι γᾶι κ]αταθεὶς γονέα.
ὧι φυσικαὶ τοκέων [στ]οργαὶ πρὸς τέκνα ποθεινὰ
  ὡς ὁσίαν υἱῶν τ[ὰ]ν χάριν ἀντέλαβον.
Search Help
Contact Us