| 1 | πατ[ρὶς γαῖά μ’ ἔ]πεμψε δικαστὴν Μυλασέεσσι, |
| ἤδη δ’ εὐδοκιμῶν ἐξέλιπον βιοτάν | |
| Ἀκρίσιος, πατρὸς μὲν Ἰάσονος, ἐκτέρισαν δὲ | |
| Μυλασέες χρυσέοις στεψάμενοί με κλάδοις· | |
| 5 | ταῦρον δ’ ἀμφὶ πυρῇ σφάξαν τιμαῖσι σέβοντες |
| δαίμονί μου νέρθεν σὺν χθονίοισι θεοῖς. | |
| υἱὸς δ’ Ἀκρίσιος συνομόπλοος ἤλυθε πατρὶ | |
| γραμματέως τά[ξει], πειθόμενος πόλεϊ, | |
| καί μου πνεῦμα λι[πόν]τος ἐμᾶς ἀρετᾶς ἐφάμιλλος | |
| 10 | Μυλασέσιν δικάσ[αι μο]ι διέδεκτο κρίσεις, |
| ὅστεα δὲ ἱμερταῖσ[ι πάτ]ραν ἐκόμιζε χέρεσσι | |
| τὸν Πάριον Παρία[ι γᾶι κ]αταθεὶς γονέα. | |
| ὧι φυσικαὶ τοκέων [στ]οργαὶ πρὸς τέκνα ποθεινὰ | |
| ὡς ὁσίαν υἱῶν τ[ὰ]ν χάριν ἀντέλαβον. |
IG XII,5
305