[ ]
Paros
| 1 | ἡρπάχθη μεγάρ[ω]ν Μάρκου [δ]άμαρ, οὐδὲ προσειπε<ῖ>ν |
| κουρίδιον γαμέτην Πῶ[λλ]α φίλον φθαμένη· | |
| ἡρπάχθη· δαίμων δὲ πικρῆς οὐ λήθετο μοίρης, | |
| ἀ[λλ]ὰ καὶ ἐν μεγάροις υἱέα λ<ε>ιπόμενον | |
| 5 | Ῥοῦφον ἄφνως ἥρπα[ξ]ε, δόμους δ’ ἤχ[λ]υσ’ ἐλεεινοὺς |
| κήδεσι, καὶ γοερὴ πᾶσ’ ἐδάκρυσε πόλις. | |
| ἀλλὰ τύχης οὐκ ἔστι φυγεῖν ἀμε<τά>τροπα δῶρα, | |
| Μᾶρκε· τ[ί]ς ἀπλήστου πένθεος ὠφελίη{ι}; | |
| τέτλαθι· καὶ γὰρ ἄνακτες ἀ{ν}μ[ει]δήτῳ {²⁶ἀμειδήτῳ}²⁶ ποτὲ πένθει | |
| 10 | κύρσαντες τοίης ἄλγος ἔχουσ’ ὀδύνης. |