[ ]
Paros
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος ἐτίμησεν Θράσωνα Θρασ[υ]ξένου |
| χρυσῶι στεφάνωι καὶ εἰκόνι μαρμαρίνηι καὶ προεδρίαι | |
| ἐν τοις ἀγῶσιν καὶ σιτήσ[ει] ἐν πρυτανείωι, ἄρξαντα | |
| τὴν τοῦ ἄρχοντος ἀρχὴν καλῶς καὶ δικαίως καὶ | |
| 5 | συμφερόντως τῆι πατρίδι, ἀρετῆς ἕνεκεν καὶ |
| εὐνοίας, ἧς ἔχων διατελεῖ πρὸς τὴν πόλιν, καὶ ἐπὶ | |
| τῆι πρὸς τοὺς θεοὺς εὐσεβείαι. |