[ ]
Paros
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
| Πραξικλῆν Νεομήδους | |
| ἐτίμησεν τὸ ἕβδομον | |
| χρυσῶι στεφάνωι ἀριστείωι | |
| 5 | καὶ εἰκόνι χάλκῆι |
| καὶ προεδρίαι ἐν τοῖς ἀγῶσιν | |
| καὶ σιτήσει ἐν πρυτανείωι | |
| ἀρετῆς ἕνεκεν καὶ εὐνοίας | |
| καὶ εὐεργεσίας τῆς εἰς τὴν | |
| 10 | πατρίδα |
| καὶ ἐπὶ τῆι πρὸς τοὺς θεοὺς εὐσεβείαι | |
| καὶ ἐπὶ τῶι κατὰ πάντα τρόπον | |
| ἄριστα πεπολιτεῦσθαι. |