[ ] Paros
1          θεοί.
ἔδοξεν τῆι βολῆι κ[αὶ τῶι]
δήμωι· Ἀρχέστρατος ε[ἶπεν]·
ἐπαινέσαι Ἄρητον Ἀστν]-
5 όμο Χῖον, ὅτι πρόθυμός ἐστι-
ν περὶ τὴμ πόλιν τὴμ Παρί[ων]
ποιε͂ν ὅ,τι δύναται ἀγαθὸν
καὶ νῦγ καὶ ἐν τῶι πρόσθεγ χ-
ρόνωι· ἀναγράψαι δὲ αὐτὸν τ-
10 ὸς πρυτάνες τὸς μετὰ Ἀρχη-
γένος ἐς τὸ Πύθιον πρόξεν-
ον τῆς πόλεως αὐτὸγ καὶ ἐκ-
γόνος· ἐ͂ναι δὲ Ἀρήτωι καὶ πρ-
οεδρίαν καὶ δίκας προδίκος
15 ἐάν τι ἀδικῆται, καὶ πρόσοδ-
ον ἐάν το [δ]έηται πρὸς τὴμ β-
ολὴγ καὶ τὸν δῆμον πρώτωι
μετὰ τὰ ἱερά.
Search Help
Contact Us