[ ]
Paros
| 1 | ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· |
| Ἀσμενόφαντος εἶπεν· ἐπαι- | |
| νέσαι Ἀμφίλυκογ καὶ Ἀπελλῆ[ν] | |
| Πεδιέως καὶ Ἀριστο͂χομ Μεγα- | |
| 5 | λοκλέος Χίος. ὅτι πρόθυμοί |
| εἰσι περὶ τὴμ πόλιν τὴμ Παρίων | |
| ποιεῖν ὅ,τι ἂν δύνωνται ἀγα- | |
| θὸγ καὶ νῦγ καὶ ἐν τῶι πρόσθεν | |
| χρόνωι· ἀναγράψαι δὲ αὐτὸς | |
| 10 | καθάπερ πρότερον ἦσαμ προ- |
| ξένους αὐτὸς καὶ ἐκγόνος, | |
| εἶναι δὲ αὐτοῖς ἀτέλειαγ καὶ | |
| προεδρίαγ καὶ δίκας προδί- | |
| κος καὶ ἄν τινος ἄλλο δείων- | |
| 15 | ται πρόσοδομ πρὸς τὴμ βολὴν |
| καὶ τὸν δῆμομ πρώτοις | |
| μετὰ τὰ ἱερά. |