[ ] Thera — 213-217 AD
1 Αὐτοκράτορα Καίσαρα Μ(ᾶρκον) Αὐρήλιον
Σεβῆρον Ἀντωνεῖνον Εὐσεβῆ
Σεβαστὸν Ἀραβικὸν Ἀδιαβηνικὸν
Παρθικὸν Γερμανικὸν μέγιστον
5 ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Θηραίων,
ἀρχ[ῆ]ς Μ(άρκου) Αὐρ(ηλίου) Ἰσοκλέους Ἀσκληπιάδου τὸ βʹ καὶ Αὐρ(ηλίου)
Κλεοτέλους Τυράννου καὶ Αὐρ(ηλίου) Φιλοξένου
Ἀβασκάντου, τὴν πρόνοιαν τῆς παρασκεβῆς {²⁶παρασκευῆς}²⁶
καὶ τῆς ἀναστάτεως τοῦ ἀνδριάντος ποιησαμένου
10 τοῦ πρώτου ἄρχοντος Αὐρ(ηλίου) Ἰσοκλέους τὸ βʹ.
Search Help
Contact Us