[ ]
Nisyros — ca. 200 BC — IG XII,3 Suppl. p. 277
| 1 | βασιλεὺς Φίλιππος Νισυρίοις χαί- |
| ρειν. ἀφέσταλκα Καλλίαν πρὸς | |
| ὑμᾶς, ὄντα καὶ ἡμῖν συνήθη καὶ ὑ- | |
| μέτερον πολίτην, εἰδὼς δὲ αὐτ- | |
| 5 | ὸν εὔνουν ὄντα τῆι πόλει καὶ πολλ- |
| άκις ὑπὲρ ὑμῶν διειλεγμένον πρὸ- | |
| ς ἐμέ, ἐντέταλμαι αὐτῶι ἀναγγεῖλα- | |
| ⸏ι ὑμῖν, ἃ ἠβουλόμην ὑμᾶς εἰδῆσαι. | |
| ἐπὶ Λυσικράτεος δαμιεργοῦ, | |
| 10 | μηνὸς Καρνείου ἰκάδι, |
| ἔδοξε τῶι δάμωι, βουλᾶς γνώ- | |
| μα{ι}· ἐπειδὴ Καλλίας πάρεστι | |
| πὰρ βασιλέως Φιλίππου γράμ- | |
| ματα φέρων καὶ σφραγῖδα τὰν | |
| 15 | βασιλέως καὶ ἀπαγγέλλων |
| δεδώκεν βασιλῆ ἁμῖν νόμοις | |
| τοῖς πατρίοις καὶ ὑπάρχουσιν | |
| χρῆσθαι, δεδόχθαι Νισυρίοις, | |
| ὅπως Καλλίας ἀπαγγέλλει, | |
| 20 | [νόμοις τε] χρῆσθαι ἅπα[σι καὶ] |
| — — — — — — — — — — — — |