[ ] Nisyros — ca. 200 BC — IG XII,3 Suppl. p. 277
1 βασιλεὺς Φίλιππος Νισυρίοις χαί-
ρειν. ἀφέσταλκα Καλλίαν πρὸς
ὑμᾶς, ὄντα καὶ ἡμῖν συνήθη καὶ ὑ-
μέτερον πολίτην, εἰδὼς δὲ αὐτ-
5 ὸν εὔνουν ὄντα τῆι πόλει καὶ πολλ-
άκις ὑπὲρ ὑμῶν διειλεγμένον πρὸ-
ς ἐμέ, ἐντέταλμαι αὐτῶι ἀναγγεῖλα-
⸏ι ὑμῖν, ἃ ἠβουλόμην ὑμᾶς εἰδῆσαι.
ἐπὶ Λυσικράτεος δαμιεργοῦ,
10 μηνὸς Καρνείου ἰκάδι,
ἔδοξε τῶι δάμωι, βουλᾶς γνώ-
μα{ι}· ἐπειδὴ Καλλίας πάρεστι
πὰρ βασιλέως Φιλίππου γράμ-
ματα φέρων καὶ σφραγῖδα τὰν
15 βασιλέως καὶ ἀπαγγέλλων
δεδώκεν βασιλῆ ἁμῖν νόμοις
τοῖς πατρίοις καὶ ὑπάρχουσιν
χρῆσθαι, δεδόχθαι Νισυρίοις,
ὅπως Καλλίας ἀπαγγέλλει,
20 [νόμοις τε] χρῆσθαι ἅπα[σι καὶ]
— — — — — — — — — — — —
Search Help
Contact Us