| 1 | Πίνδασο̣ς Ἀ̣νία̣ιος? εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλ- |
| λευσε καὶ οἰ ἄρχοντες προτίθεισι, περὶ ὦν Βάκχι- | |
| ος Ἐρμοδίκω, Ἀγη̣σ̣ίλαος Καλλίππω, Κάλλιππος | |
| Τιμασικρέο[ν]τος ἔπηλθον, ὄπως κε περοχίδας | |
| 5 | Σαυλάω ἀγοράνομος γενόμενος καὶ ἐπιμελήθεις |
| τῶν κατὰ τὰν ἀγόρ̣α̣ν ὄρ[θ]ως καὶ δικαίως καὶ συμ- | |
| φερόντως τοῖς πολίταισι καὶ σῖτον παραπέρναις δ[ι]- | |
| ὰ πάντος λυσιτελέ%⁸⁰%⁸⁰ως τοῖς πολίταισι καὶ ἔλαι- | |
| ον παραπέρναι[ς] διὰ πάντος συμφερόντως τοῖς [πο]- | |
| 10 | λίταισι, κα[τασσκ]εάσσαις δὲ καὶ ἀτέληαν τᾶς τε μα- |
| γειρηίας [καὶ τᾶ]ς ἀρτ[οπω]λίας τιμαθείη καὶ στεφα- | |
| νωθ̣είη ἀξίως ὦ[ν] εὐεργέτηκε̣, αἴ κε τῶ δάμω δόξη̣· | |
| ἀγάθα τύχα δέδοχθαι τῶ δάμω· ἐπαίνησαι μὲν - | |
| περοχίδαν Σαυλάω ἀγορανομήσαντα ὄρθως κα[ὶ] | |
| 15 | δ̣ικαίως καὶ συμφερόντως τοῖς πολίταισι καὶ χορα- |
| γ̣ήσαντα ἐκ̣κ τῶν ἰδίων καὶ πλέονα καὶ σῖτον καὶ ἔ- | |
| λ̣αιον πα̣[ρ]απέρναντα διὰ πάντος, κατασσκεάσ- | |
| σαντα δ̣ὲ̣ καὶ ἀτέλη̣αν τᾶς τε μαγειρηίας κα[ὶ] | |
| τᾶς ἀρτ̣ο̣π̣ωλίας καὶ στεφ̣άνωσαι αὖτον, καθότ[ι] | |
| 20 | ὀ̣ δᾶμος ἐχειροτόνησε̣, σ̣τεφάνω χρυσίω καὶ ε̣[ἴ]- |
| κ̣ονι χαλκία· τὸν δὲ στέφανον τοῦτον ἀνα[καρύ]- | |
| [σσ]ε̣σσθαι ἐν̣ τοῖς Διονυσίοισι τῶ ἄγωνι [τῶν] | |
| [τραγώιδων καὶ] ἐ̣ν τοῖς Πτολεμαέο̣[ισι κτλ.]. |
IG XII Suppl.
125