[ ]
Lesbos — Methymna
| {²corona laurea}² | |
| 1 | [ἐπὶ πρυτάνιος Ἀ]ριστίωνος τῶ Ἀριστίω[νος]· |
| [ἔδοξε τῶ] κοίνω τῶν Φωκέων· ἐπειδ[ὴ] | |
| [Ἀναξ]ίων Ἀναξίωνος δείχθεις χελλησ[τυ]- | |
| [άρ]χας τὰν παῖσαν ἐπιμέλειαν ἐποιήσατ[ο] | |
| 5 | [ὄ]πως κε τοῖς θέοισι τοῖς πατρωΐοισι αἰ θύ- |
| σιαι συντελέσθειεν καὶ ἀ χέλληστυς ἐν | |
| τᾶ παίσα ἐπιμελεία γένηται, καὶ εἰς ταῦτα | |
| πάντα ἐχοράγησε ἐκ τῶν ἰδίων· ἐψάφισθαι· στεφ[ά]- | |
| νωσαι Ἀναξίωνα Ἀναξίωνος ἐν τοῖς Διονυσί- | |
| 10 | οισι πρὸ τᾶς τῶ ἀγάλματος περιφόρας, καὶ |
| ἀνακάρυξαι ὄτι ἀ χέλληστυς ἀ Φωκέων στ[ε]- | |
| φάνοι Ἀναξίωνα Ἀναξίωνος ἀρέτας ἔ[νεκα] | |
| καὶ εὐνοίας τᾶς εἰς αὔταν στεφάν[ω χρυσίω] | |
| τῶ ἐννόμω καὶ εἴκονι γράπ[τα· δίδων δὲ] | |
| 15 | [αὔ]τω [καὶ ἐκγόν]οισι — — — — — — — — |