[ ]
Lesbos — Mytilene: Polichnito-Scala
| 1 | Θεογένης καὶ Τρυφέρα |
| Θεογένους χρηστοὶ χαίρετε. | |
| 2a | {²vacat}² |
| 3 | δαιτὶ καὶ εἰλαπίναις με θεῶν χαίροντα καὶ αὐτῆ |
| τερπόμενον πρώτη σεῖο γενεθλιάδι | |
| 5 | ἄρτι διοιγομένων οὔλων ὑποδόντιον ἄλγος |
| σόν, τέκος, αἰακτοῖς ἀμφέβαλεν δακρύοις· | |
| ἦ γὰρ ἐνὶ τριτάτω θάνες ἤματι, Θειόγενες παῖ, | |
| τὴν πολλὴν γονέων ἐλπίδ’ ἀπωσάμενος. | |
| 8a | {²vacat}² |
| 9 | ἄρτι τέκνου νεόχωτον ἐπ’ ἠρίον ἔστενε μοῖραν, |
| 10 | ἄρτι καὶ οἰχομένωι δαῖτ’ ἐπιτυμβιδίην |
| πόρθυε Θειογένης κούρωι· τὸ δὲ νήπιον οἴκοις | |
| δι{σ}ζομένη {²⁶διζομένη}²⁶ κούρη τηλυγέτη Τρυφέρα | |
| πέμπ<τ>[η] τὴν ὁμάδελφον ἐσέδρακε μοῖραν ἐν ἠοῖ | |
| δαίμονος οἰκείοις ἄλγεσι χρησαμένη. | |
| 15 | οἳ δὲ τὸν ἀζυγίη Στύγιον δόμον αὖθι τοκῆες |
| δισσοῖσιν τέκνων πένθεσιν ἐστένοσαν. | |
| 16a | {²vacat}² |
| 17 | τὴν μελίπνουν, ὦ ξεῖνε, τὸ κηρίον ἡδύ, τὸ τρισσῶν |
| ἄνθος ἁβρὸν χαρίτων νήπιον ἐνθάδ’ ἔχει | |
| τύμβος, ἀείκλαυστον Τρυφέραν, ἣ πολλὰ τοκῆας | |
| 20 | τέρψασα στυγεροῦ δαίμονος ἠντίασεν. |