[ ]
Lesbos — Mytilene: Chalakais
1 | [ἀ β]όλλα καὶ ὀ δᾶμος |
Βρῆσον Βρήσω ἀρχίατρον ἀλιτού[ρ]- | |
γατον, ζὰ τῶν παίδων δὲ καὶ ἐ- | |
κγόνων ἄρχας καὶ ἄλλας καὶ | |
5 | κισσοφορίας καὶ ἀγορανομία[ς] |
ἐπιτετελέκοντα, καὶ αὖτο[ν] | |
δὲ καὶ βουλαρχίαν καὶ νομο- | |
φυλακίαν καὶ ἄλλας, ὄντα Δίο[ς] | |
Αἰθερίω καὶ Ἄμμωνος Ἐλευθε- | |
10 | ρίω καὶ τᾶς Ἀδραστείας καὶ τῶ |
Σεβάστων μυστηρίω Πνιστί- | |
ας Ἐτηφίλας Ποσείδωνος | |
Μυχίω καὶ Μυχίας καὶ τᾶν Ἀπα- | |
ραιτήτων Θέαν καὶ τᾶς εἴ- | |
15 | ρας καλίας καὶ τῶ Δίος τῶ |
Μαινολίω πάρεδ<ρ>ον, τᾶς τε | |
Πολίαδος Ἀθάνας παρακε- | |
λεύσ[τ]αν ὑπὲρ τᾶς πόλιος, τᾶ[ς] | |
τε Ἀρτέμιδος καὶ Ἀπόλλωνος | |
20 | Μαλ<όε>ντος ἀρχίχορον καὶ ἱε- |
ροκάρυκα τῶν γερέων, ζά- | |
κορον Σαώτηρος Ἀσκληπί- | |
ω, τοῦ δὲ θειοτάτου Αὐτο- | |
κράτορος καὶ τῶν τᾶς πό- | |
25 | λιος εἴρων προθύταν, καὶ |
{καὶ} περιηγήταν ἐτέων ἤδ[η] | |
τεσσαράκοντα καὶ πρὸς | |
ἄνευ συντάξιος καὶ μισ- | |
θοῦ, οὐχ ὡς οἱ πρὸ αὐτοῦ. ❦ |