[ ]
Lesbos — Mytilene
| 1 | Παρθενόπην κύνα θάψεν ἄναξ ἑὸς ἧ συνάθυρεν, |
| ταύτην τερπωλῆς ἀντιδιδοὺς χάριτα. | |
| ἔστ’ ἆθλον στοργῆς ἄρα καὶ κυσίν, ὥς νυ καὶ ἥδε | |
| εὔνους οὖσα τροφεῖ σῆμα λέλονχε τόδε. | |
| 5 | ἐς τόδ’ ὁρῶν χρηστὸν ποιοῦ φίλον, ὅς σε προθύμως |
| καὶ ζῶντα στέργοι καὶ νεκρὸν ἀμφιέποι. |