1 | σοὶ Πλα[τ]ανη[ὶς] ἀνῆκε κόρη Διὸς ὑδατόεσσα |
πηγὴ Νυμφάων, Ὄρφιτε, νᾶμα φίλον· | |
ἔνθα πάλαι βασιλῆες ἀπὸ πτολέμοιο καμόντες | |
ἔγχεα καὶ κόρυ<θ>ας κάθθεσαν ἱππολόφους· | |
5 | ἐξ οὗ δὴ Δορύκναμα τεὸς λάχεν οὔνομα χῶρος, |
χῶρος ἐλαιηρῇ τερπόμενος λιβάδι. | |
πάντα δέ σοι νῦν ταῦτα δι’ ἐργατίναις παλάμαισιν | |
τρισσὸν ὑπὸλ λυκάβαν Γραμματικὸς τελέω. |
IG XII,2
129[1]