| 1 | [— — — — — καὶ οἰ β]ασ[ίληες προστίθ]ησ[θον τῷ κατεληλύθον]- |
| [τι ὠς τέχναν τεχνα]μέ[νω τ]ῶ ἐ[ν τᾶι] πόλι πρόσθε [ἔοντος. αἰ δέ κέ τις] | |
| [τῶν κατεληλυθόν]των μὴ ἐμμένη ἐν ταῖς διαλυσί[ε]σσι ταύ[ταισι] | |
| [μη ․․․․․․․․․ ἐ]ζέσθω πὰρ τᾶς πόλιος κτήματος μηδενὸς μ[ηδὲ στ]- | |
| 5 | [ειχέτω ἐπὶ μη]δὲν τῶμ παρεχώρησαν αὔτωι οἰ ἐν τᾶι πόλι πρό[σθε] |
| [ἔοντες, ἀλλὰ σ]τειχόντων ἐπὶ ταῦτα τὰ κτήματα οἰ παρχωρήσα[ντ]- | |
| [ες αὔτωι ἐκ τῶν] ἐν τᾶι πόλι πρόσθε ἐόντων, καὶ οἰ στρόταγοι εἰς | |
| [αὖθις ἀποφέρο]ντον ἐπὶ τὸν ἐν τᾶι πόλι πρόσθε ἔοντα τὰ κτήματα | |
| [ὠς μὴ συνηλλαγ]μένω τῶ κατεληλύθοντος καὶ οἰ βασίληες προστί- | |
| 10 | [θησθον τῶι ἐν τ]ᾶι πόλι πρόσθε ἔοντι ὠς τέχναν τεχναμένω τῶ κα- |
| [τεληλύθοντος]· μηδ’ αἴ κέ τις δίκαν γράφηται περὶ τ[ο]ύτων μὴ εἰσά- | |
| [γοντον οἰ περί]δρομοι καὶ οἰ δικάσκοποι μηδὲ [ἄλλ]α ἄρχα μηδεΐα | |
| [․․․․․․․․․․․ δὲ] τοὶς στροτάγοις καὶ τοὶς β[ασίλ]ηας καὶ τοὶς πε- | |
| [ριδρόμοις καὶ τ]οὶς δικασκόποις καὶ ταὶς [ἄλλα]ις ἄρχαις αἴ κε | |
| 15 | [μὴ ․․․․․․․․ πάν]τα ὠς ἐν τῶι ψ[αφίσματι γέγραπτ]αι, κατάγρεντον |
| [δὲ τὸν ἀθέτεντά τι τῶν ἐν τῶι ψαφίσματι γεγρα]μμένων, ὤς κε μηδ- | |
| [ὲν διάφορον εἴη τοῖς κατεληλυθόντεσσι π]ρὸς τοὶς ἐν τᾶι πόλι | |
| [πρόσθε ἔοντας, ἀλλὰ διάγοιεν οἱ διαλε]λύμενοι πάντες πρὸς ἀλ- | |
| [λάλοις ἀνυπόπτως καὶ ἀνεπιβουλεύ]τως καὶ ἐμμένοιεν ἐν τᾶι ἀ- | |
| 20 | [ποκρίσι τᾶι τῶ βασίληος καὶ ἐν τᾶ]ι διαλύσι τᾶι ἐν τούτωι τῶι ψα- |
| [φίσματι. ․․․․․․․․․․ δὲ ἔλεσθ]αι τὸν δᾶμον ἄνδρας εἴκοσι, δέκα | |
| [μὲν ἐκ τῶν κατελθόντων, δέκα] δὲ ἐκ τῶν ἐν τᾶι πόλι πρόσθε ἐόντων· | |
| [οὖτοι δὲ πρῶτον μὲν φυλάσσ]οντον καὶ ἐπιμέλεσθον ὠς μηδὲν ἔσ- | |
| [σεται διάφορον τοῖς κατε]λθόντεσσι καὶ τοῖς ἐν τᾶι πόλι πρόσ- | |
| 25 | [θε ἐόντεσσι ․․․․․․․․․]. καὶ περὶ τῶν ἀμφισβατημένων κτημάτων |
| [ὠς οἰ ․․․․․․․․․․․․․․]αι πρὸς τοὶς ἐν τᾶι πόλι ἔοντας καὶ πρὸς | |
| [ἀλλάλοις μάλιστα μ]ὲν διαλυθήσονται, αἰ δὲ μή, ἔσσονται ὠς δικ- | |
| [αζόμενοι καὶ ἐν τα]ῖς διαλυσίεσσι ταὶς ὀ βασίλευς ἐπέκριννε | |
| [καὶ ἐν τᾶι συναλλάγ]αι ἐμμενέοισι πάντες καὶ οἰκήσοισι τὰμ πό- | |
| 30 | [λιν καὶ τὰγ χώραν ὀ]μονόεντες πρὸς ἀλλάλοις, καὶ περὶ χρημάτων. |
| [μετὰ τὸ παραδέδεχ]θαι ταὶς διαλύσις ὠς πλεῖστα, καὶ περὶ ὄρκω | |
| [τόγ κε ἀπομόσσωισι οἰ] πολῖται, περὶ τούτων πάντων ὄσσα κε ὀμο- | |
| [λογήμενα πρὸς ἀλλάλο]ις οἰ ἀγρέθεντες ἄνδρες φέροντον ἐπὶ τ- | |
| [ὸν δᾶμον, ὀ δὲ δᾶμος ἀκο]ύσαις, αἴ κε ἄγηται συμφέρην, βολλευέτω· | |
| 35 | [αἰ δέ κε ὀ δᾶμος ἄγηται τὰ] ὀμολογήμενα πρὸς ἀλλάλοις συμφέρον- |
| [τα ․․․․․․․․․․․․․ τοῖς κα]τελθόντεσσι ἐπὶ Σμιθίνα προτάνιος | |
| [․․․․․․․․․․․․․․․․․ ἐψαφ]ίσθη. αἰ δέ κέ τι ἐνδεύη τῶ ψαφίσματος, | |
| [περὶ τούτω ἀ κρίσις ἔστω ἐπ]ὶ τᾶι βόλλαι. κυρώθεντος δὲ τῶ ψαφίσ- | |
| [ματος ὐπὸ τῶ δάμω σύμπαντα] τὸν δᾶμον ἐν τᾶι εἰκοίσται τῶ μῆννος | |
| 40 | [μετὰ τὰν θυσίαν εὔξασθαι τ]οῖς θέοισι ἐπὶ σωτηρίαι καὶ εὐδαι- |
| [μονίαι τῶν πολίταν πάντων γ]ένεσθαι τὰν διάλυσιν τ[ο]ῖς κατελ- | |
| [θόντεσσι καὶ τοῖς πρόσθε] ἐν τᾶι πόλι ἐόντεσσι, τοὶ[ς δ]ὲ ἴρηας τ- | |
| [οὶς δαμοσίοις ἄπαντας(?) καὶ] ταὶς ἰρείαις ὀείγην τ[οὶ]ς ναύοις καὶ | |
| [․․․․․․․․․․․․․․․․․․․․έλ]θην. τὰ δὲ ἶρα τὰ ὀ δᾶμος [ε]ὔξατο ὄτε ἐξ- | |
| 45 | [ἔπεμψε τοὶς ἀγγέλοις πρὸς] τὸν βασίληα ἀπυδόμεναι τοῖς βασί- |
| [ληος γενεθλίοισι κατ’ ἐνίαυ]τον· παρέμμεναι δὲ τᾶι θυσίαι καὶ [το]- | |
| [ὶς εἴκοσι ἄνδρας καὶ τοὶς ἀ]γγέλοις τοὶς πρὸς τὸν βασίληα πέ[μφ]- | |
| [θεντας τοὶς ἀπὺ τῶν πρόσθε ἐ]ν τᾶι πόλι ἐόντων καὶ τοὶς ἀ[πὺ τῶν] | |
| [κατελθόντων. τὸ δὲ ψάφισμα τ]οῦτο ἀναγράψαντας τοὶς τ[αμίαις] | |
| 50 | [εἰς στάλλαν {²κτλ.}²] |
IG XII,2
6