| 1 | ἀρχὸν ἐμὲ Θεόδωρον Ἀχαῶν εἰκόνι τῇδε |
| στῆσε Θεμιστοκλέης νεύματι Κεκροπίης. | |
| ἀρχὸν ὁρᾷς Θεόδωρον, ὃς εὐδικίῃς ἀγανῇσι | |
| σῶσε Πανελλήνων σώματα καὶ πόλιας. | |
| 5 | τοὔνεκά μιν κατὰ ἄστυ Θεμιστοκλέης ἀνέθηκε |
| εἰκόνι λαινέῃ· τὼς γὰρ ἄνωγε πόλις· | |
| εὐχόμενος μετέπιτα θεῷ γεννήτορι πάντων | |
| καὶ χαλκοῦ<ν> στήσ<ε>ιν νεύματι Θευδοσίου. |
IG II²
4223