[ ]
Delos — shortly after 166 BC
| 1 | Ξενότιμος Ξενοτ[ίμου κ]αὶ Νικασὼ Ἱπποκράτου Δήλιοι |
| ὑπὲρ τοῦ υἱοῦ Ξενοφῶντος ἰατρεῖα θεοῖς ἐπηκόοις Σαρά- | |
| πιδι, Ἴσιδι, Ἀνούβιδι, χαριστήριον, ἐπὶ ἱερέως Δημητρίου | |
| τοῦ καὶ Τελεσαρχίδου Δηλίου, ἐπιμελομένου δὲ τοῦ ἱεροῦ καὶ | |
| 5 | τὰς θεραπείας αἰτοῦντος Ὥρου τοῦ Ὥρου Κασιώτου. |