[ ] Delos — 85-78 BC
1 Ἀθηναίων καὶ Ῥωμαίων καὶ
τῶν ἄλλων Ἑλλήνων οἱ κα-
τοικοῦντες ἐν Δήλωι καὶ
οἱ παρεπιδημοῦντες ἔμ-
5 ποροι καὶ ναύκληροι Μάνιον Α[ἰ]-
μύλιον Μανίου ὑὸν Λέπεδον
ἀ̣ντιταμίαν ἀρετῆς ἕνεκεν
καὶ δικαιοσύνης καὶ τῆς πρὸς
τοὺς θεοὺς {ευσ} εὐσεβε-
10 ας, Ἀπόλλωνι, Ἀρτέμι-
δι, Λητοῖ,
προνοηθέντος τῆς κατασ-
κευῆς καὶ ἀναθέσεως τοῦ ἐπι-
μελητοῦ Νικάνορος τοῦ Νικάνο-
15 [ρ]ος Λευκονοέως.
Search Help
Contact Us