[ ] Delos — 129-117 BC
1 Κράτερον Κρατέρου Ἀντιοχέα τὸν τροφέα
Ἀντιόχου Φιλοπάτορος τοῦ ἐγ βασιλέως
Μεγάλου Ἀντιόχου καὶ βασιλίσσης Κλεοπάτρας,
γεγονότα δὲ καὶ τῶν πρώτων φίλων βασιλέως Ἀντι-
5 όχου καὶ ἀρχίατρον καὶ ἐπὶ τοῦ κοιτῶνος τῆς
βασιλίσσης, Σωσίστρατος Σωσιστράτου
Σάμιος, τῶν πρώτων φίλων, ἀρετῆς ἕνεκα καὶ
εὐνοίας καὶ φιλοστοργίας τῆς εἰς ἑαυτόν,
Ἀπόλλωνι, vv Ἀρτέμιδι, vv Λητοῖ
10                            Φιλότεχνος Ἡρώδου Σάμιος ἐποίει.
Search Help