[ ]
Delos — ca. 154 BC
| laurel wreath in a square | |
| 1 | ἔδοξε τοῖς ἐξαπε[σταλ]μένοις εἰς Ἀλεξάνδρει- |
| αν ὑπὸ τοῦ κοινοῦ τῶ[ν Κρητ]αιέων συμμάχοις· ἐπε[ι]- | |
| δὴ Ἀγλαὸς Θεοκλέου[ς Κ]ῶιος, τῆς μεγίστης | |
| τιμῆς καὶ προαγωγῆς ἠξιωμένος παρὰ βασιλ[εῖ] | |
| 5 | Πτολεμαίωι τῶι πρεσβυτέρωι, πρότερόν τε πολ- |
| λὰς καὶ καλὰς ἀποδείξεις ἐν τοῖς ἀναγκαιο- | |
| τάτοις καιροῖς πεποίηται τῆς πρὸς τὰ πράγμα- | |
| τ’ εὐνοίας vac. καὶ δὴ καὶ νῦν ἐν τῆι γενομένηι | |
| κατὰ Κύπρον στρατείαι, βουλόμενος πᾶσι φα- | |
| 10 | νερὰν καθιστάναι τὴν ἑαυτοῦ καλοκαγαθίαν |
| καὶ τὴν εἰς τὸν βασιλέα φιλοστοργίαν, οὔτε | |
| κίνδυνον οὔτε κακοπαθίαν οὐδεμίαν ἐκκέ- | |
| κ[λ]ικεν, ἀκολούθως δὲ τοῖς προπεπραγμένοις | |
| ἀπροφασίστως ἑαυτὸν ἐπιδιδοὺς καὶ διὰ | |
| 15 | τῶν ἔργων καὶ διὰ τῶν ἀρίστων συμβουλιῶν ἀγα- |
| θὸς ὑφηγητὴς ἐγίνετο καὶ ἄξιος τῆς τε πατρίδος κα[ὶ] | |
| [τ]ῆς ὑπαρχούσης αὐτῶι δόξης καὶ ἐν τῶι βίωι κα- | |
| [τ]ὰ πάντα καθαρειότητός τε καὶ δικαιοσύνης, | |
| [ὑπ]άρχων τε πάντων Κρηταιέων πρόξενος, τοὺς | |
| 20 | παραγινομένους ἀπὸ τῶν πατρίδων ἡμῶν |
| [κ]ατὰ πρεσβείαν ἢ κατ’ ἄλλην ἡνδηποτοῦν χρεί- | |
| [αν] τιμῶν καὶ πολυωρῶν διατελεῖ, vac. ἀκολού- | |
| [θ]ως δὲ καὶ τοῖς στρατευομένοις Κρητῶν ἐν τῆι | |
| βασιλείαι προθύμως ἑαυτὸν εἰς πᾶν τὸ παρακα- | |
| 25 | λούμενον ἐπιδίδωσιν, πειρώμενος ἑκάστωι |
| τῶν προσδεομένων ἀγαθοῦ τινος γίνεσθαι παραί- | |
| τιος, κρίνων ἀεί ποτε κάλλιστον εἶναι μὴ μόνον | |
| τοῖς ἀπὸ τῆς ἰδίας ἀρετῆς, ἀλλὰ καὶ ἀπὸ τῆς | |
| τύχης προτερήμασιν καταχρῆσθαι πρὸς εὐεργε- | |
| 30 | σίαν ἀνθρώπων ἐφ’ ὅσον ἐστὶ δυνατός· ὅπως |
| οὖν καὶ οἱ πεμφθέντες κατὰ συμμαχίαν ὑπὸ τοῦ | |
| κοινοῦ τῶν Κρηταιέων πρὸς βασιλέα Πτολεμαῖ- | |
| ον εὐχάριστοί τε φαίνωνται καὶ τοὺς ἀξίους ἄν- | |
| δρας καὶ πολὺ διαφέροντας ἐν πᾶσιν ἐπισημα[ι]- | |
| 35 | νόμενοι· vac. τύχηι ἀγαθῆι· δεδόχθαι· διά τε τὰ |
| προδεδηλωμένα καὶ διὰ τὴν εὐσέβειαν ἣν ἔχει | |
| πρὸς τὸ θεῖον ἐπαινέσαι Ἀγλαὸν Θεοκλέους Κῶι- | |
| ον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι, στῆσαι | |
| δ’ αὐτοῦ καὶ εἰκόνας χαλκᾶς δύο, ὧν τὴν μὲν ἐν Κῶι, | |
| 40 | τὴν δ’ ἑτέραν ἐν Δήλωι, καὶ παραστῆσαι ἑκατέ- |
| ραι αὐτῶν στήλην ἀναγράψαντας τόδε τὸ ψήφισ- | |
| μα· ἑλέσθαι δὲ καὶ πρεσβευτήν, ὅστις Κώιους τε | |
| παρακαλέσει ἀποδεῖξαι τὸν κάλλιστον πρὸς | |
| τὴν ἀνάθεσιν τόπον, καὶ Ἀθηναίους ἵνα καὶ ἐν Δή- | |
| 45 | λωι κατὰ τὸ ὅμοιον ἐπιφανέστατος ἀποδειχθῆι |
| τόπος. |