[ ] Delos — 146/5-135/4? BC
See also:
1 ․․․․․․ΤΟΙΣ κατα—
․․․αι τῶν ἐμπόρ̣[ων]
[․․ ἕ]καστοι ΤΑΕΛ̣ —
․․πω̣μενοι ἀνα —
5 ․Ν Μ̣Ε̣ΤΡΟΝ ὅπω̣ς Κ[— — — — — — — — — — — — — — — — — ἐπόμπευ?]-
[σ]αν δὲ καὶ ἐν τεῖ πομπ[εῖ] τῶν [πολλωνίων — — — — — — — — ὡς]
[κ]άλλιστον καὶ θύσαντες κ[αὶ] καλλιερ[ήσαντες ἐκρεανόμησαν τοῖς Ἀθη]-
[ν]αίοις πᾶσιν τούς τε λόγους πάντων τῶ[ν ωἰκονομημένων ἐν]
[τῶ]ι τῆς ἀρχῆς χρόνωι κατεβάλοντο τοῖς νόμοι[ς ἀκολούθως εἰς τὸ]
10 [Μ]ητρῶιον, ἔδωκαν δὲ καὶ τὰς εὐθύνας ἐν τῶι [μερισθέντι κατὰ]
[τ]ὸν νόμον δικαστηρίωι· ἵνα οὖν καὶ Ἀθηναῖο[ι οἳ ἐν Δήλωι κατοι]-
[κοῦ]σιν ἅπασι φαίνωνται τιμῶντες τοὺς ἀγαθοὺς [τῶν ἀνδρῶν]
[κ]αὶ ἀξίας ἀποδιδόντες αὐτοῖς χάριτας τῶν πραττομ[ένων· ἀγα]-
[θ]εῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς [τὴν ἐπι]-
15 [ο]ῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ[βάλλε]-
[σθ]αι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι το[ὺς τοῦ]
[ἐ]μπορίου ἐπιμελητὰς τοὺς ἐπὶ Μητροφάνου ἄρχοντος Τιμόθεον Παια-
[ν]ιέα, Νυμφόδωρον Μαραθώνιον, Παυσανίαν Μελιτέα καὶ στεφανῶσαι
ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου ἐπὶ τῶι πάν-
20 [τα] κατὰ τὴν ἀρχὴν διωικηκέναι ἴσως καὶ δικαίως καὶ ἀδωροδοκήτω[ς]·
ἀναγορεῦσαι δὲ καὶ τὸν στέφανον τοῦτον ἐν τῶι θεάτρωι τοῖς Διονυσίοις
τοῖς κατὰ ἐνιαυτὸν συντελουμένοις· ἐπιμελεῖσθαι δὲ τῆς ἀναγορεύ-
σεως τὸν ἀεὶ γενόμενον ἱερέα τοῦ Διονύσου· δοθῆναι δὲ αὐτοῖς
τόπον ἐν τῶι ἱ[ερῶι εἰ]ς ἀνάθεσιν οὗ ἂν εὔκαιρον εἶ· ἑλέσθαι δὲ
25 πρέσβεις ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων οἵτινες ἀφικόμενοι
εἰς Ἀθήνας καὶ ἀποδόντες τόδε τὸ ψήφισμα παρακαλέσουσιν τήν
τε βουλὴν καὶ τὸν δῆμον [ἐπιχωρῆσαι] Ἀθηναίων τοῖς ἐν Δήλωι κατ[οικοῦ]-
σιν τὰς ἐψηφισμένας τιμὰς ἵνα, τούτων συντελεσθέντων, Ἀθηναῖ-
οι οἱ ἐν Δήλωι κατοικοῦντες φαίνωνται τὰς ἐπιβαλλούσας τι[μ]ὰς
30 ἀποδιδόντες τοῖς ἀγαθοῖς ἀνδράσιν οἵ τε τῶν ἀρχείων τυγχάνον-
τες ζηλωταὶ τῶμ παραπλησίων γένωνται· ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῶι ἀρχείωι τῶν τοῦ ἐμ-
πορίου ἐπιμελητῶν· τὸ δὲ γενόμενον ἀνάλωμαι μερίσαι τοὺ[ς]
ἐπὶ τὴν φυλακὴν τῶν ἱερῶν χρημάτων Σατυρίωνα Π̣ — — —,
35 Εὔβουλον Μυρρινούσιον· πρέσβεις οἵδε κεχειροτό[νηνται· Φιλάν]-
θης Φυλάσιος, Εὐαγίων Κοθωκίδης, Βύττα[κος Λαμπτρεύς].
ἐπὶ Ε̣[— — — ἄρχοντος, ἐπὶ τ]ῆς Ἀντιοχίδος ὀγδόη[ς πρ]υτα-
[ν]είας, Ἀνθ[εστηριῶνος τρίτ?]ει μετ’ εἰκ[άδ]ας, τετάρτε[ι κ]αὶ εἰκοσ-
[τεῖ] τῆς πρυτανείας, ἐκκλησία σύγκλητος ἐ[ν τ]ῶι θεάτρωι·
40 [μετ]ὰ? στρατηγῶν παραγγειλάντων· ἔδοξεν τ[εῖ βου]λεῖ καὶ
τῶι δήμωι· Περιγένης Θαλησιγένου Τρικορύσιος [τῶν π]ροέδρων̣ <ἐπεψήφισεν>·
[Ἀθ]ηνογένης Εὐνόμου Λευκονοεὺς εἶπεν· ἐπει[δὴ Ἀθηναί]ων οἱ κα-
τοικοῦντες ἐν Δήλωι ψήφισμα καὶ πρέσβεις ἀποσ[τείλαντε]ς παρακ[α]-
[λοῦσιν] τ[ὴν] βουλὴν καὶ τὸν δῆμον ἐπιχωρῆσαι α[ὐ]τ[οῖς τὰς ἐψη]φισμένας
45 τιμὰς τοῖς τοῦ ἐμπορίου ἐπιμεληταῖς τοῖς χειροτο[ν]ηθεῖ[σιν εἰς] τὸν ἐπὶ Μη-
τροφάνου ἄρχοντος ἐνιαυτόν· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λα-
χόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού-
των, γνωμὴν δὲ ξυμβάλλεσθαι τῆς βουλῆ[ς] εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ
βουλεῖ ἐπικεχωρῆσθαι Ἀθηναίων τοῖς κατοικοῦσιν ἐν Δήλωι τὰς ἐψηφισμ-
50 ένας ὑφ’ ἑαυτῶν <τιμὰς> τοῖς τοῦ ἐμπορίου ἐπιμεληταῖς τοῖς χειροτονηθεῖσιν εἰς τὸν
ἐπὶ Μητροφάνου ἄρχοντος ἐνιαυτόν· ἐπαινέσαι δὲ καὶ τοὺς παραγεγονό-
τας παρ’ αὐτῶν πρέσβει[ς] Φιλάνθη[ν] Φυλάσιον, Εὐαγίωνα Κο[θ]ωκίδη[ν],
Βύττακον Λαμπ<τ>ρέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ
στεφάνωι.
cr 1.54a laurel crown
55 ἡ βουλή,
ὁ δῆμος.
cr 2.54a                     laurel crown
55                        ἡ βουλή,
                       ὁ δῆμος.
cr 3.54a                                             laurel crown
55                                               ἡ βουλή,
                                              ὁ δῆμος.
Search Help
Contact Us