| 1 | ․․․․․․ΤΟΙΣ κατα— |
| ․․․αι τῶν ἐμπόρ̣[ων] — | |
| [․․ ἕ]καστοι ΤΑΕΛ̣ — | |
| ․․πω̣μενοι ἀνα — | |
| 5 | ․Ν Μ̣Ε̣ΤΡΟΝ ὅπω̣ς Κ[— — — — — — — — — — — — — — — — — ἐπόμπευ?]- |
| [σ]αν δὲ καὶ ἐν τεῖ πομπ[εῖ] τῶν Ἀ[πολλωνίων — — — — — — — — ὡς] | |
| [κ]άλλιστον καὶ θύσαντες κ[αὶ] καλλιερ[ήσαντες ἐκρεανόμησαν τοῖς Ἀθη]- | |
| [ν]αίοις πᾶσιν τούς τε λόγους πάντων τῶ[ν ωἰκονομημένων ἐν] | |
| [τῶ]ι τῆς ἀρχῆς χρόνωι κατεβάλοντο τοῖς νόμοι[ς ἀκολούθως εἰς τὸ] | |
| 10 | [Μ]ητρῶιον, ἔδωκαν δὲ καὶ τὰς εὐθύνας ἐν τῶι [μερισθέντι κατὰ] |
| [τ]ὸν νόμον δικαστηρίωι· ἵνα οὖν καὶ Ἀθηναῖο[ι οἳ ἐν Δήλωι κατοι]- | |
| [κοῦ]σιν ἅπασι φαίνωνται τιμῶντες τοὺς ἀγαθοὺς [τῶν ἀνδρῶν] | |
| [κ]αὶ ἀξίας ἀποδιδόντες αὐτοῖς χάριτας τῶν πραττομ[ένων· ἀγα]- | |
| [θ]εῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς [τὴν ἐπι]- | |
| 15 | [ο]ῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ[βάλλε]- |
| [σθ]αι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι το[ὺς τοῦ] | |
| [ἐ]μπορίου ἐπιμελητὰς τοὺς ἐπὶ Μητροφάνου ἄρχοντος Τιμόθεον Παια- | |
| [ν]ιέα, Νυμφόδωρον Μαραθώνιον, Παυσανίαν Μελιτέα καὶ στεφανῶσαι | |
| ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου ἐπὶ τῶι πάν- | |
| 20 | [τα] κατὰ τὴν ἀρχὴν διωικηκέναι ἴσως καὶ δικαίως καὶ ἀδωροδοκήτω[ς]· |
| ἀναγορεῦσαι δὲ καὶ τὸν στέφανον τοῦτον ἐν τῶι θεάτρωι τοῖς Διονυσίοις | |
| τοῖς κατὰ ἐνιαυτὸν συντελουμένοις· ἐπιμελεῖσθαι δὲ τῆς ἀναγορεύ- | |
| σεως τὸν ἀεὶ γενόμενον ἱερέα τοῦ Διονύσου· δοθῆναι δὲ αὐτοῖς | |
| τόπον ἐν τῶι ἱ[ερῶι εἰ]ς ἀνάθεσιν οὗ ἂν εὔκαιρον εἶ· ἑλέσθαι δὲ | |
| 25 | πρέσβεις ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων οἵτινες ἀφικόμενοι |
| εἰς Ἀθήνας καὶ ἀποδόντες τόδε τὸ ψήφισμα παρακαλέσουσιν τήν | |
| τε βουλὴν καὶ τὸν δῆμον [ἐπιχωρῆσαι] Ἀθηναίων τοῖς ἐν Δήλωι κατ[οικοῦ]- | |
| σιν τὰς ἐψηφισμένας τιμὰς ἵνα, τούτων συντελεσθέντων, Ἀθηναῖ- | |
| οι οἱ ἐν Δήλωι κατοικοῦντες φαίνωνται τὰς ἐπιβαλλούσας τι[μ]ὰς | |
| 30 | ἀποδιδόντες τοῖς ἀγαθοῖς ἀνδράσιν οἵ τε τῶν ἀρχείων τυγχάνον- |
| τες ζηλωταὶ τῶμ παραπλησίων γένωνται· ἀναγράψαι δὲ τόδε τὸ | |
| ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῶι ἀρχείωι τῶν τοῦ ἐμ- | |
| πορίου ἐπιμελητῶν· τὸ δὲ γενόμενον ἀνάλωμαι μερίσαι τοὺ[ς] | |
| ἐπὶ τὴν φυλακὴν τῶν ἱερῶν χρημάτων Σατυρίωνα Π̣ — — —, | |
| 35 | Εὔβουλον Μυρρινούσιον· πρέσβεις οἵδε κεχειροτό[νηνται· Φιλάν]- |
| θης Φυλάσιος, Εὐαγίων Κοθωκίδης, Βύττα[κος Λαμπτρεύς]. | |
| ἐπὶ Ε̣[— — — ἄρχοντος, ἐπὶ τ]ῆς Ἀντιοχίδος ὀγδόη[ς πρ]υτα- | |
| [ν]είας, Ἀνθ[εστηριῶνος τρίτ?]ει μετ’ εἰκ[άδ]ας, τετάρτε[ι κ]αὶ εἰκοσ- | |
| [τεῖ] τῆς πρυτανείας, ἐκκλησία σύγκλητος ἐ[ν τ]ῶι θεάτρωι· | |
| 40 | [μετ]ὰ? στρατηγῶν παραγγειλάντων· ἔδοξεν τ[εῖ βου]λεῖ καὶ |
| τῶι δήμωι· Περιγένης Θαλησιγένου Τρικορύσιος [τῶν π]ροέδρων̣ <ἐπεψήφισεν>· | |
| [Ἀθ]ηνογένης Εὐνόμου Λευκονοεὺς εἶπεν· ἐπει[δὴ Ἀθηναί]ων οἱ κα- | |
| τοικοῦντες ἐν Δήλωι ψήφισμα καὶ πρέσβεις ἀποσ[τείλαντε]ς παρακ[α]- | |
| [λοῦσιν] τ[ὴν] βουλὴν καὶ τὸν δῆμον ἐπιχωρῆσαι α[ὐ]τ[οῖς τὰς ἐψη]φισμένας | |
| 45 | τιμὰς τοῖς τοῦ ἐμπορίου ἐπιμεληταῖς τοῖς χειροτο[ν]ηθεῖ[σιν εἰς] τὸν ἐπὶ Μη- |
| τροφάνου ἄρχοντος ἐνιαυτόν· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λα- | |
| χόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού- | |
| των, γνωμὴν δὲ ξυμβάλλεσθαι τῆς βουλῆ[ς] εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ | |
| βουλεῖ ἐπικεχωρῆσθαι Ἀθηναίων τοῖς κατοικοῦσιν ἐν Δήλωι τὰς ἐψηφισμ- | |
| 50 | ένας ὑφ’ ἑαυτῶν <τιμὰς> τοῖς τοῦ ἐμπορίου ἐπιμεληταῖς τοῖς χειροτονηθεῖσιν εἰς τὸν |
| ἐπὶ Μητροφάνου ἄρχοντος ἐνιαυτόν· ἐπαινέσαι δὲ καὶ τοὺς παραγεγονό- | |
| τας παρ’ αὐτῶν πρέσβει[ς] Φιλάνθη[ν] Φυλάσιον, Εὐαγίωνα Κο[θ]ωκίδη[ν], | |
| Βύττακον Λαμπ<τ>ρέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ | |
| στεφάνωι. | |
| cr 1.54a | laurel crown |
| 55 | ἡ βουλή, |
| ὁ δῆμος. | |
| cr 2.54a | laurel crown |
| 55 | ἡ βουλή, |
| ὁ δῆμος. | |
| cr 3.54a | laurel crown |
| 55 | ἡ βουλή, |
| ὁ δῆμος. |
ID
1507