[ ]
Delos — ca. 160-150 BC
| 1 | ἐπὶ Ἀρισταίχμου ἄρχοντος, |
| Γαμηλιῶνος δεκάτει ἱσταμένου· | |
| ἐκκλησία κυρία ἐν τῶι ἐκκλησιαστηρίωι· | |
| Μένανδρος Μενάνδρου Μελιτεὺς εἶπεν· | |
| 5 | ἐπειδὴ Εὔβουλος Δημητρίου Μαραθώνιος |
| ἔν τε ταῖς ἀρχαῖς ἐφ’ ἃς ἐχειροτονήθη καλῶς | |
| καὶ ἐνδόξως ἀναστραφεὶς ἀνέ<γ>κλητον ἑαυ- | |
| τὸν παρέσχετο, ἀρχεθέωρός τε αἱρεθεὶς καὶ | |
| μετὰ τοῦ ὑοῦ καὶ τῶν ἄλλων συνθεώρων | |
| 10 | πάντα καλῶς καὶ πρεπόντως βραβεύσας |
| τό τε πρῶτον Παναθηναίοις ἐποίησεν τὸν | |
| δῆμον τὸν Ἀθηναίων τῶν ἐν Δήλωι τιμηθῆ- | |
| ναι χρυσῶι στεφάνωι ἀν<η>γορευμένωι ἐν | |
| τῶι ἐν ἄστει θεάτρωι, πρεσβεύσας τε πλεόνακις | |
| 15 | καὶ ἀγωνισάμενος ἐκτενῶς πολλὰ τῶν χρη- |
| σίμων Ἀθηναίοις τοῖς ἐν Δήλωι περιεποίησεν, | |
| ἱερεύς τε γενόμενος τῶμ Μεγάλων Θεῶν καὶ | |
| πάλιν τοῦ Ἀσκληπιοῦ καὶ πάλιν αἱρεθεὶς ὑπὸ τοῦ | |
| δήμου καὶ λαχὼν τοῦ Διονύσου καὶ ἐκ τῶν ἰδίων πάσ<ας> | |
| 20 | δαπανήσας τὰς πομπὰς καὶ τὰς θυσίας ὑπὲρ Ἀθηναί- |
| ων καὶ Ῥωμαίων καλῶς καὶ ἱεροπρεπῶ<ς> συνετέλε- | |
| σεν· ὅπως οὖν ὁ δῆμος φαίνηται τοῖς εὐχαριστοῦ- | |
| σιν ἀξίας ἀποδιδοὺς χάριτας· ἀγαθεῖ τύχει· δε- | |
| δόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους | |
| 25 | εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι |
| περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς | |
| βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ στε- | |
| φανῶσαι Εὔβουλον Δημητρίου Μαραθώνιον | |
| τῶι ἱερῶι τοῦ θεοῦ στεφάνωι ἀρετῆς ἕνεκεν | |
| 30 | καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· χειροτονῆσαι |
| δὲ καὶ πρέσβεις ἤδη τρεῖς οἵτινες ἐπελθόν- | |
| τες ἐπὶ τὴν Ἀθήνησιν βουλὴν καὶ ἐκκλησίαν | |
| παρακαλέσουσι τὸν δῆμον συνεπιχωρῆσαι | |
| τοῖς ἐψηφισμένοις Εὐβούλωι φιλανθρώποις· | |
| 35 | ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ εἰς στήλην |
| λιθίνην καὶ στῆσαι ἐν τῶι Ἡρακλείωι. πρέσβεις | |
| εἰς Ἀθήνας κατὰ τὸ ψήφισμα οἵδε κεχειρο- | |
| τόνηνται· Ἀνθεστήριος ἐγ Μυρρινούττης, | |
| Ξενόφιλος Οἰναῖος, Δημήτριος Μαραθώνιος. | |
| 40 | ἐψηφίσθη καὶ Ἀθήνησιν. |
| cr 1.40a | laurel crown |
| 41 | ἡ βουλὴ |
| καὶ ὁ δῆμος. | |
| cr 2.40a | laurel crown |
| 41 | ἡ βουλὴ |
| καὶ ὁ δῆμος. | |
| cr 3.40a | laurel crown |
| 41 | ἡ βουλὴ |
| καὶ ὁ δῆμος. | |
| cr 4.42a | crown |
| 43 | ἱερεὺς |
| Θεῶν Μεγάλων. | |
| cr 5.42a | ivy crown |
| 43 | ἱερεὺς |
| Διονύσου. | |
| cr 6.42a | crown |
| 43 | ἱερεὺς |
| Θεῶν Μεγάλων. | |
| cr 7.44a | laurel crown |
| 45 | ἡ βουλὴ |
| καὶ ὁ δῆμος. | |
| cr 8.44a | laurel crown |
| 45 | ἱερεὺς |
| Ἀσκληπιοῦ. | |
| cr 9.44a | laurel crown |
| 45 | ἡ βουλὴ |
| καὶ ὁ δῆμος. |