[ ]
Delos — 153/2 BC
| — — — — — — — — — — — — — — — — — | |
| 1 | [— — — Φι]λοκλῆ[ς Λυκ]ίσκου Ἀ[τη]- |
| [νεὺς εἶπεν· ἐπ]ειδὴ οἱ ἱερεῖς οἱ ἐν Δήλωι οἱ | |
| [ἐπὶ Φαιδρίου ἄρχ]οντος τάς τε θυσίας ἔθυ- | |
| [σαν τὰς καθηκ]ούσας ἁπάσας ὑπέρ τε τῆς | |
| 5 | [βουλῆς καὶ τ]οῦ δήμου τοῦ Ἀθηναίων καὶ |
| [παίδων] καὶ γυναικῶν καὶ τοῦ δήμου τοῦ Ῥω- | |
| [μ]αίων καὶ τῶν κατοικούντων Ἀθηναίων | |
| [τ]ῶν ἐν Δήλωι καὶ ἐν ταύταις κεκαλλιερ[η]- | |
| [κ]έναι αὑτούς, ἀνεστράφησαν δὲ καὶ ἐν τοῖς | |
| 10 | [ἄλ]λοις τοῖς κατὰ τὴν ἀρχὴν καλῶς καὶ εὐσχημό- |
| νως· vac. ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ | |
| τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν | |
| [ἐ]κκλησίαν χρηματίσαι περὶ τούτων, γνώ- | |
| [μ]ην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆ- | |
| 15 | μον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι τοὺ[ς] |
| ἱερεῖς τοὺς ἐν Δήλωι τοὺς ἐπὶ Φαιδρίου ἄρχον- | |
| τος vac. Δρά[κ]οντα Φλυέα, Γοργίαν | |
| Ἰωνίδην, Λήναιον Ἕρμειον, Σαραπίωνα | |
| Παμβωτάδην, Ἡρακλείδην Παμβωτάδην, | |
| 20 | Πρωτογένην Παιανιέα, Λεόντιχον Δεκε- |
| λέα, Στράτωνα Κηφισιέα, Πυλάδην Περι- | |
| θοίδην, vac. καὶ στεφανῶσαι ἕκαστον | |
| αὐτῶν δάφνης στεφάνωι εὐσε[βείας ἕ]νεκα | |
| τῆς πρὸς τοὺς θεοὺς καὶ — — — — — — — — |