[ ]
Delos — mid-3rd c. BC
face A.1 | [τ]άδε ἐπεύχονται ἱερεῖς τε καὶ |
ἱ̣έρειαι κατὰ τὰ πάτρια· ὅστις ἐ- | |
γ Δήλου ἀνδράποδον ἐξάγει εἴ- | |
τε ἆκον εἴτε ἑκὸν ἢ ἐκ τῶν τε- | |
5 | μενῶν τῶν ἱερῶν τῶν τοῦ θεοῦ̣ |
ἐπὶ βλάβηι τοῦ δεσπότου, ἐξώ- | |
λη εἶναι καὶ αὐτὸν καὶ γένος | |
καὶ οἴκησιν τὴν ἐκείνου· καὶ ὅστι̣ς̣ | |
συνειδὼς̣ μὴ δηλώσει ἐν τοῖς ἀσ̣- | |
10 | τυνόμοις, τοῖς αὐτοῖς ἔνοχος ἔσ- |
τω· καὶ εἴ τίς τι ἄλλο ἐγ Δήλου βιάζ[οι]- | |
το παρὰ τὰ πάτρια τὰ Δηλίων, ἐξώλ[η] | |
εἶναι αὐτὸν καὶ οἴκησιν τὴν ἐκείνο[υ]. | |
ἀστυνόμοι ἐπεμελήθησαν Σα̣ρπη- | |
15 | δὼν Καρνέου, Ὀνησιγένης Θέμωνο[ς], |
Ἀρίγνωτος. | |
face B.1 | τάδε ἐπεύχονται ἱερεῖς τε καὶ ἱέ- |
ρ̣ειαι vacat κατὰ τὰ πάτρια· ὅστις ἐγ Δή- | |
λου ἀνδράποδον ἐξάγει εἴτε ἆ- | |
[κ]ον εἴτε ἑκὸν ἢ ἐκ τῶν τεμενῶν | |
5 | [τ]ῶ̣ν ἱερῶν τῶν τοῦ θεοῦ ἐπὶ βλάβηι̣ |
τ̣οῦ δεσπότου, ἐξώλη εἶναι καὶ αὐτὸ[ν] | |
καὶ γένος καὶ οἴκησιν τὴν ἐκείνου̣· | |
[κ]αὶ ὅστις συνει[δὼ]ς μὴ δηλώσει ἐ[ν] | |
τοῖς ἀστυνόμοις, τοῖς αὐτ[οῖ]ς̣ ἔνοχος | |
10 | ἔστω· καὶ εἴ τ[ί]ς̣ τι ἄλλο βιάζοι- |
[τ]ο παρὰ τὰ πάτρια τὰ Δηλίων, ἐξώλη ε[ἶ]- | |
[ν]αι αὐτὸν καὶ οἴκησιν τὴν ἐκείνου. | |
ἀστυνόμοι ἐπεμελήθησαν Σαρπηδὼν | |
Καρνείου, Ὀνησιγένης Θέμωνος, | |
15 | [Ἀ]ρίγνωτος. |