[ ] Delos — mid-3rd c. BC
face A.1 [τ]άδε ἐπεύχονται ἱερεῖς τε καὶ
ἱ̣έρειαι κατὰ τὰ πάτρια· ὅστις ἐ-
γ Δήλου ἀνδράποδον ἐξάγει εἴ-
τε ἆκον εἴτε ἑκὸν ἢ ἐκ τῶν τε-
5 μενῶν τῶν ἱερῶν τῶν τοῦ θεοῦ̣
ἐπὶ βλάβηι τοῦ δεσπότου, ἐξώ-
λη εἶναι καὶ αὐτὸν καὶ γένος
καὶ οἴκησιν τὴν ἐκείνου· καὶ ὅστι̣ς̣
συνειδὼς̣ μὴ δηλώσει ἐν τοῖς ἀσ̣-
10 τυνόμοις, τοῖς αὐτοῖς ἔνοχος ἔσ-
τω· καὶ εἴ τίς τι ἄλλο ἐγ Δήλου βιάζ[οι]-
το παρὰ τὰ πάτρια τὰ Δηλίων, ἐξώλ[η]
εἶναι αὐτὸν καὶ οἴκησιν τὴν ἐκείνο[υ].
ἀστυνόμοι ἐπεμελήθησαν Σα̣ρπη-
15 δὼν Καρνέου, Ὀνησιγένης Θέμωνο[ς],
Ἀρίγνωτος.
face B.1 τάδε ἐπεύχονται ἱερεῖς τε καὶ ἱέ-
ρ̣ειαι vacat κατὰ τὰ πάτρια· ὅστις ἐγ Δή-
λου ἀνδράποδον ἐξάγει εἴτε ἆ-
[κ]ον εἴτε ἑκὸν ἢ ἐκ τῶν τεμενῶν
5 [τ]ῶ̣ν ἱερῶν τῶν τοῦ θεοῦ ἐπὶ βλάβηι̣
τ̣οῦ δεσπότου, ἐξώλη εἶναι καὶ αὐτὸ[ν]
καὶ γένος καὶ οἴκησιν τὴν ἐκείνου̣·
[κ]αὶ ὅστις συνει[δὼ]ς μὴ δηλώσει ἐ[ν]
τοῖς ἀστυνόμοις, τοῖς αὐτ[οῖ]ς̣ ἔνοχος
10 ἔστω· καὶ εἴ τ[ί]ς̣ τι ἄλλο βιάζοι-
[τ]ο παρὰ τὰ πάτρια τὰ Δηλίων, ἐξώλη ε[ἶ]-
[ν]αι αὐτὸν καὶ οἴκησιν τὴν ἐκείνου.
ἀστυνόμοι ἐπεμελήθησαν Σαρπηδὼν
Καρνείου, Ὀνησιγένης Θέμωνος,
15 [Ἀ]ρίγνωτος.
Search Help
Contact Us