[ ]
Delos — end 3rd/beg. 2nd. c. BC
| 1 | Σαράπιδι, Ἴσιδι, Ἀνούβιδι |
| Κτησίας Ἀπολλοδώρου Τήνιος | |
| τὸν θησαυρὸν καὶ τὸ στρῶμα | |
| κατὰ πρόσταγμα τοῦ θεοῦ | |
| 5 | ἀνέθηκεν. |
| μήτι με θαμβήσεις ἐσιδών, ξένε, γοργὸν ἐόντα· | |
| τόνδε γὰρ ἡμέριος καὶ πάννυχος ἀμφιβεβηκὼς | |
| θησαυρὸν φρουρῶ θεῖον, ἄυπνος ἐών· | |
| ἀλλὰ χαρεὶς ἔνβαλλε ὅ τί σο<ι> φίλον ἐστὶ ἀπὸ θυμοῦ | |
| 10 | εἰς ἐμὸν εὔδεκτον σῶμα διὰ στόματος. |