[ ] Delos — end 3rd/beg. 2nd. c. BC
1 Σαράπιδι, Ἴσιδι, Ἀνούβιδι
Κτησίας Ἀπολλοδώρου Τήνιος
τὸν θησαυρὸν καὶ τὸ στρῶμα
κατὰ πρόσταγμα τοῦ θεοῦ
5      ἀνέθηκεν.
μήτι με θαμβήσεις ἐσιδών, ξένε, γοργὸν ἐόντα·
τόνδε γὰρ ἡμέριος καὶ πάννυχος ἀμφιβεβηκὼς
  θησαυρὸν φρουρῶ θεῖον, ἄυπνος ἐών·
ἀλλὰ χαρεὶς ἔνβαλλε ὅ τί σο<ι> φίλον ἐστὶ ἀπὸ θυμοῦ
10   εἰς ἐμὸν εὔδεκτον σῶμα διὰ στόματος.
Search Help