[ ] Att. — fin. s. II p.
See also:
1 ὦ ξεῖν<οι> θηεῖσθε μετ’ εὐκλέ’ ἀνά-
κτορα Δηοῦς | καὶ γενεὴν πατέ-
ρων εὐκλεᾶ Πραξαγόρας, | ἣν ἔ-
τεκεν Μελιτεὺς Δημόστρα-
5 τος ἠδὲ Φιλίστη | φύντες δᾳ-
δούχων ἀμφότεροι τοκέ-
ων· | ἀλλά με καὶ παίδων κοσ-
μεῖ χορός, οἳ τὸ προμυστῶν |
ἄλλων ἐν τελεταῖς στέμ-
10 μα κόμαισι θέσαν.
Search Help